# In Iob sermo 1 3.1

Severianus Gabalensis, In Iob sermo 1, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-iob-sermo-1/3.1

Οὕτω πάντες ἔπασχον οἱ δίκαιοι καὶ ἀπεδυσπέτουν πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. Ἀλλὰ μὴ ταῦτα λαβὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· μὴ εἴπῃς· Μὴ βελτίων ἐγώ εἰμι τοῦ Ἱερεμίου τοῦ καταβοήσαντος τοῦ κόσμου; μὴ τὰ ῥήματα τῆς ἰάσεως γένηταί σοι τραύματα. Ταῦτα δὲ γέγραπται, ἵνα μάθῃς ὅσον ἀγῶνα διήθλησαν, ὅσων κινδύνων μεστὸν τὸν βίον διεξῆλθον. θέλεις μαθεῖν, οἷος ὀφείλεις εἶναι; Μάθε τὰ μετὰ τὴν χάριν· Ἔπαθον προφῆται, ἔπαθον δὲ καὶ οἱ ἀπόστολοι· ἀλλ’ οἱ μὲν πάσχοντες ἤλγουν, οἱ δὲ πάσχοντες ἐκαυχῶντο. Ἦλθε Παῦλος εἰς μέσον πάσχων μέν, οὐ κλαίων δέ, τυπτόμενος, ἀλλ’ οὐκ ἀποδυρόμενος, βασανιζόμενος, ἀλλὰ καυχώμενος. Καὶ τί φησιν; Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται. Καὶ πάλιν, τυπτηθέντες οἱ ἀπόστολοι ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι . Μὴ τοίνυν τὰ πρὸ τῆς χάριτος ἐκλάβῃς εἰς ἀκολουθίαν τῆς χάριτος. Εἴρηται γὰρ ἡμῖν ταῦτα, ἵνα μάθῃς ἐκ τῶν πόνων τὴν ἐλπίδα. Οὕτω καὶ ὁ Ἰὼβ καταρᾶται τὴν ἡμέραν καὶ πάσχει τὴν ψυχὴν καὶ οὐ βασανίζει τὴν ψυχὴν τῇ ἀσεβείᾳ, ἀλλ’ ἀνέχεται τῶν τραυμάτων καὶ οὐ τραυματίζει τὴν ψυχὴν τῇ βλασφημίᾳ. Εἶτα, ἐπειδὴ δεῖ συντεμεῖν, συντόμως ὑμῖν ἀνακεφαλαιώσομεν τὴν ὑπόθεσιν· Ἐν τῷ ἀγῶνι τῷ κατὰ τὸν Ἰώβ πλὴν τοῦ θεοῦ πάντες ἠγνόουν τὸν σκοπὸν τοῦ ἀγῶνος· Ἰὼβ οὐκ ᾔδει ἐπὶ τίνι ἠγωνίζετο, οὐκ ᾔδει, ὅτι εἰς γυμνασίαν αὐτῷ προβέβληται τὰ παλαίσματα. Οἱ φίλοι ἠγνόουν τὸν σκοπὸν τοῦ θεοῦ, ὁ διάβολος ἠγνόει τὸ μέλλον. Εἰ γὰρ ᾔδει, ὅτι ἐνικᾶτο, οὐκ ἂν ἐπεχείρησεν. Ὁ Ἰὼβ οὐκ ᾔδει τὸ ἀποβησόμενον ἐκ τοῦ ἀγῶνος. Ὅτι μὲν ὁ θεὸς κατὰ συγχώρησιν ἐκδέδωκεν, ᾔδει ὁ Ἰὼβ οὐ προγινώσκων, ἀλλὰ μαθὼν παρὰ θεοῦ. Ὁ δὲ διάβολος οὐκ ᾔδει, εἰς ποῖον τέλος ἀπαντήσει τὰ παλαίσματα. Εἰ γὰρ ᾔδει, οὐκ ἂν ἐπεχείρησεν, ἵνα μὴ χείρονα τὴν αἰσχύνην ἐφελκύσηται. Ἀλλ’ ὃ ἔπαθεν ἐπὶ τῶν μαρτύρων, τοῦτο ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν ἐκκλησίαν, οὐκ εἰδώς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ ἐκκλησία. Πάντες οὖν ἠγνόουν πλὴν τοῦ θεοῦ. Οἱ φίλοι ἀγνοοῦντες τὸν σκοπὸν τοῦ θεοῦ, ἀγνοοῦντες καὶ τοῦ Ἰὼβ τὴν δοκιμασίαν εἵλοντο ὡς ἐν συγκρίσει ἀγνοίας μᾶλλον καταδικάσαι τὸν Ἰὼβ ὡς ἄξια πάσχοντα ἢ καταγνῶναι τοῦ θεοῦ ὡς ἀναξίως δικάσαντος. Πρόσεχε ἀκριβῶς. Εἵλοντο κατακρῖναι ἄνθρωπον ὡς ἄξια πάσχοντα τῆς ἑαυτοῦ ἁμαρτίας ἢ εἰπεῖν κατὰ τοῦ θεοῦ, ὅτι ἀναξίως ἐδίκασε. Καὶ ἑνὶ μὲν μέρει κατὰ σκοποῦ ἐφέροντο τὸν θεὸν ἀδικίας ἐκτὸς λέγοντες, ἑνὶ δὲ μέρει διημάρτανον κατακρίνοντες τὸν ἀθῶον. Ἡ δὲ ἄγνοια ἀπολογεῖται ὑπὲρ τῶν ἀγνοούντων, καὶ ἀπόδεκτοι, ὅτι ἐν ἀγνοίᾳ φιλοσοφοῦσι καὶ οὐ καταψηφίζονται βλέποντες τὴν θεοῦ δικαιοσύνην. Τὴν μὲν τοῦ Ἰὼβ δικαιοσύνην παραγράφονται, τὴν δὲ τοῦ θεοῦ ἀνυμνοῦσιν. Εἶτα Ἰὼβ ἄρχεται παρὰ τῶν φίλων ἐλέγχεσθαι, καί φασι πρὸς αὐτὸν ἐκεῖνοι· Πότε ἀληθινοὶ πρόρριζοι ἀπώλοντο; πότε εἶδες δικαίους ὁλορρίζους ἀπολλυμένους; Εἰ μὴ ἥμαρτες, φησί, καὶ ἄξια ἁμαρτίας ἐποίησας, οὐκ ἂν ἀδίκως ἠδίκησέ σε ὁ δίκαιος. Πολλαί σού εἰσιν ἁμαρτίαι. Εἰ δὲ σὺ οὐχ ἥμαρτες, πόθεν τοῦτο, εἰ μὴ οἱ υἱοί σου ἥμαρτον; Πολλάκις δὲ χήραν ἠδίκησας, ὀρφανοὺς ἔθλιψας. Εἰ δὲ ταῦτα γέγονε, καὶ ὁ θεὸς δικαίως ταύτην τὴν ψῆφον ἐπήγαγεν. Ὁ Ἰὼβ συνῄδει μὲν ἑαυτῷ μηδὲν τοιοῦτον πεποιηκότι, συνῄδει δὲ καὶ τῷ θεῷ μὴ ἀδίκως κρίνοντι. Ἐπεὶ οὖν εἶδεν ὁ Ἰώβ, ὅτι παρὰ τοῖς ἀνθρώποις μὲν κατακέκριται, ἡ δὲ συνείδησις αὐτὸν οὐ κατακρίνει καὶ ὁ θεὸς αὐτοῦ οὐ καταγινώσκει, ἐπειδὴ οὐκ εἶχε πείθειν ἀνθρώπους, μεταφέρει τὸν λόγον ἐπὶ τὸν κριτήν καὶ στρέφει τὸ ὄμμα τῆς ψυχῆς πρὸς τὰ ἄνω οὐ βλασφημῶν, ἀλλὰ δυσωπῶν, καί φησι πρὸς αὐτόν· Ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ἵνα τί με ἔθου κατεντευκτήν σου; Σὺ ἐποίησάς με κατεντυγχάνειν τῆς σῆς δικαιοσύνης· οἶδάς μου τὴν καρδίαν. Εἶτα μέγα τι φθέγγεται Ἰώβ, οὐκ ἀπὸ κακίας, ἀλλ’ ἀπ’ ἀκακίας· καί, ἵνα τὰ πολλὰ εἰς ὀλίγα συντέμω – πολλὴ γὰρ ἡ ὕλη τῆς δικαιολογίας –, λέγει· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ , ἵνα γνῷ τὸ πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου , ὅτι οὕτω με ἔκρινας; Φοβερὸν τὸ ῥῆμα, ἀλλ’ ἀπ’ ἀκακίας. Προλαβὼν γὰρ εἶπεν ὁ θεός, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἄκακος · τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται. Ἀεὶ γάρ, ἀδελφοί, πάντες ἡμεῖς οἱ ἄνθρωποι, μήτι γε θεός, οὐ τοῖς πράγμασι δικάζομεν, ἀλλὰ τῇ προθέσει τῶν ποιούντων. Ὑβρίζει υἱὸς πατέρα, καὶ τὸ πρᾶγμα ἀφόρητον καὶ τῷ πάσχοντι καὶ τῷ ἀκούοντι· καὶ πατραλοίας ὁ τοιοῦτος καλεῖται καὶ μητραλοίας καὶ ἀνόσιος καὶ παράνομος, ὅτι φωνὴν ἐναντίαν ἔρρηξε πατρί, ὅτι ἐτόλμησε δυσφημῆσαι τὴν ἑαυτοῦ ῥίζαν. Ταῦτα δὲ πάσχει καὶ κατακρίνεται ὁ ἐπὶ τῶν τελείων ὢν λογισμῶν· παιδίον δὲ ἄκακον, κἂν τύπτῃ τὸν πατέρα ἢ τὴν μητέρα ἢ καὶ ὑβρίσῃ πάσης εὐφροσύνης ποθεινότερον. Πολλάκις μητέρες ἐρεθίζουσι τὰ τέκνα εἰς ὕβριν φέρουσαι, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ καὶ τῷ ἀκεραίῳ καὶ ἀφελεῖ τοῦ ἤθους ἐπαγαλλόμεναι. Οὕτω καὶ ὁ θεὸς εἰδώς, ὅτι οὐκ ἐκ κακίας, ἀλλ’ ἐξ ἀκακίας φθέγγεται, μαρτυρεῖ γὰρ αὐτῷ λέγων· Ἔτι δὲ ἔχεται ἀκακίας· δέχεται τὰ παρὰ τοῦ Ἰώβ εἰς κρίσιν καλούμενος παρ’ αὐτοῦ. Φοβερὸν τὸ ῥῆμα οἰκέτην δεσπότην καλεῖν εἰς κρίσιν, ἄνθρωπον θεόν, τὸ πλάσμα τὸν πλάσαντα, τὸν πηλόν τὸν κατασκευάσαντα· ἀλλ’ ὅμως, ὡς ἔφθην εἰπών, ἀκακίας τὸ ῥῆμα, οὐ πονηρίας. Πλὴν ὅμως, ἀδελφοί, ἡ ἀκακία οὐκ ἦν ἐκτὸς συνέσεως, ἀλλ’ ἐντὸς πάσης σοφίας. Θέλεις γὰρ τὸ ἀκριβέστερον μαθεῖν; Οὐδὲν ᾔτησεν ὁ Ἰώβ, ὧν μὴ ἐποίησεν. Ἤιδει ἑαυτὸν οἰκέτην τοῦ θεοῦ, ᾔδει τὸν θεὸν ἑαυτοῦ δεσπότην. Ἀλλ’ ἐπειδὴ καὶ αὐτὸς πολλάκις κρινόμενος πρὸς τοὺς ἑαυτοῦ δούλους, ἔδωκεν αὐτοῖς ἰσηγορίας ἀξίαν, καὶ εἴ ποτε ἐδοκιμάζετο πρὸς αὐτῷ δοῦλος, οὐχ ὡς δοῦλον ἐπεστόμιζεν, ἀλλὰ τὴν δικαιολογίαν ἐλάμβανεν· ὃ ἐποίησεν, ᾔτησε πειθόμενος τῷ λόγῳ, ὅτι ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν . Καί φησι· Τίς δώσει κριτήν; Καὶ πότε δούλῳ ἐφύλαξας ἰσηγορίαν; Ἄκουε αὐτοῦ, ὅτε τὰς ἀρετὰς ἀπαριθμεῖται, καὶ τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ’ ἀπ’ ἀκακίας λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου καὶ θεραπαινίδος μου κρινομένων αὐτῶν πρός με. Δώσω ἀπόκρισιν τῷ θεῷ. Μὴ οὐχὶ ὡς ἐγὼ ἐπλάσθη; Ταῦτα ἐννοῶν τῷ κοινῷ τῆς φύσεως παρεῖχε τὸ κοινὸν τῆς ἰσηγορίας.

---

Severianus Gabalensis, In Iob sermo 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg038.local004/.
