Ancient Greek
Chapter 4
Severianus Gabalensis, In Iob sermo 1 4.1
Not analysed yet
Ἡμεῖς δέ, ἀδελφοί, οὐ τοιοῦτοι. Θαυμάζεις τὸν δίκαιον; Σαυτοῦ καταγίνωσκε. Ὅτι πολλάκις ἐάν τις ἐγκαλῇ, οὐ λέγω δούλῳ, ἀλλ’ ὀλίγον ὑποβεβηκότι, ἐὰν ἀποκρίνηται τὰ δίκαια, ὡς ἀναισχυντοῦντα καὶ τολμῶντα ἐξ ἰσοτιμίας φθέγξασθαι ἐπιστομίζει. Ὅλως φησὶ καὶ τολμᾷς ἐξ ἰσοτιμίας φθέγξασθαι; ἀπαιτεῖς τὸ δίκαιον; Δέχου τὴν δικαίαν ἰσηγορίαν. Ἐγκαλεῖ ὁ ὑπερήφανος καὶ οὔτε δικαιολογίαν δέχεται οὔτε σιωπὴν δυσωπεῖται. Ἐὰν σιωπήσῃ ὁ ἐγκαλούμενος, κατεγνώσθη, φησίν, οὐκ οἶδε διᾶραι τὰ χείλη· ἐὰν λαλήσῃ, ἐτόλμησέ φησι πρὸς τὸν δεσπότην ῥῆξαι φωνήν. Εἶτα ἄλλος ὑπερηφανίας μεστός, ἐὰν ὑπὲρ τοῦ δικαίου, ὑπὲρ εὐγενοῦς ἀνδρός πείθηται, παρακαλούμενος θεῖναι λόγον πρὸς τὸν ἕτερον καὶ συμβῆναι εἰς εἰρήνην καὶ τὴν κακίαν καταπαῦσαι τῇ ἀγάπῃ, εὐθέως τῇ ὑπερηφανίᾳ φερόμενος λέγει· Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὢ τῆς ὑπερηφανίας. Ποῦ γὰρ ἕστηκας, ἵνα κατέλθῃς; Ἐγὼ εἰς τοῦτον κατέρχομαι; Ὡς τὸν οὐρανὸν πατῶν καὶ τὰς νεφέλας, οὕτω φθέγγεται. Τὴν αὐτὴν γῆν πατεῖς, ἀπὸ τῆς αὐτῆς τρέφῃ, εἰς αὐτὴν ὑποστρέφεις, ἐν αὐτῇ θάπτῃ· καὶ ποῦ κατέρχῃ; οὐκ αἰδεῖσαι, οὐ δυσωπεῖσαι τὸ πάθος τοῦ κυρίου; οὐκ αἰδεῖσαι λέγων πρὸς τὸν ὁμότιμον· Ἐγὼ εἰς τοῦτο κατέρχομαι; οὐκ αἰδεῖσαι ταῦτα λέγειν, ἐννοῶν ὅτι Ἰησοῦς διὰ σὲ κατῆλθε; Πρὸς τὰς τοιαύτας γνώμας καὶ τὰς τοιαύτας ὑπερηφανίας πρέπει σὺν τῷ Ἡσαΐᾳ πάντοτε βοᾶν· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Ὅμως δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; Ἐπιφαίνεται ἐπὶ τέλει ὁ δίκαιος κριτὴς καὶ φαίνεται αὐτῷ ἀπὸ λαίλαπος καὶ νεφῶν . Φαίνεται Ἰὼβ ἀπὸ νεφῶν ὁ τὸν ὄμβρον τῆς εὐλογίας μέλλων χέειν. Φαίνεται αὐτῷ ἐκ νεφῶν ὁ μέλλων τὸν σπόρον τὸν κοπριζόμενον ἀρδεύειν καὶ διεγείρει τὸν Ἰώβ καὶ νεύει μόνον καὶ διασκορπίζει τὰ πάθη· νεύει μόνον καὶ ἐγείρει τὸν πεπτωκότα καὶ λέγει αὐτῷ· Ἀνάστηθι καὶ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ἐπειδὴ εἰς κρίσιν με ἐκάλεσας καὶ εἶπας τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; ,ἀνάστηθι, ὁ γενναῖος ἀγωνιστής, ὁ μὴ πεσὼν τῇ πληγῇ τῆς συμφορᾶς, ἀνάστηθι. Ἐὰν γάρ τις παιδευθεὶς γενναίως ἐνέγκῃ τὴν συμφορὰν καὶ τὴν παιδείαν, ἀκούει παρὰ τοῦ θεοῦ τὸ ἀνάστηθι ,ὡς ὅταν λέγῃ τῇ Ἱερουσαλήμ· Ἀνάστηθι, Ἱερουσαλήμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου. Περίζωσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐκ εἶπε· Κρινῶ σε, σὺ δέ μοι ἀποκρίθητι. Οὐ γὰρ ἐκάλεσάς με, φησίν, εἰς κρίσιν, ἀλλ’ ἐκάλεσάς με εἰς τὸ συγκριθῆναί σοι. Δικαστὴν ᾔτησας μεταξὺ ἐμοῦ καὶ σοῦ· σὺ γενοῦ δικαστής. Οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος; Νομίζεις, φησί, δι’ ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην ἢ ἵνα δίκαιόν σε ἀναφαίνω; Καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιούτων ῥημάτων προσέχων. Οὐκ εἶπεν· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα γένῃ δίκαιος; Οὐ γὰρ ἡ συμφορὰ αὐτὸν δίκαιον ἐποίησεν, ἀλλὰ δίκαιον ἐγνώρισεν. Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἐμοὶ μὲν γάρ φησι καὶ πρὸ τῶν ἀγώνων ἦσθα γνώριμος, τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ. Διὰ τοῦτό σοι ἐχρημάτισα, οὐχ ἵνα βλάψω, ἀλλ’ ἵνα στέψω, οὐχ ἵνα καταισχύνω, ἀλλ’ ἵνα λαμπρύνω. Πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ ἀκεραιότητι. Κἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα. Ἐπειδὴ ὅλως ἐκάλεσας θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με; Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς αὐτὸν εἰς κρίσιν; Ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας. Ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς, ὅτε τὴν θάλατταν, οὐ παρῆς, ἢ ὅσα τοιαῦτα, οὐ παρῆς. Πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς; ὅτε αὐτὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ ἦς; Καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου, ἀπὸ ἀκακίας μέν, πλὴν ἀπ’ ἀγνοίας. Καὶ τί ποιεῖ; Οὐκ ἐπὶ πάντων αὐτὸν ἐλέγχει, ἀλλ’ ὡς φίλον ἰδίᾳ διορθοῦται. Ὡς οὖν εἶπε ταῦτα καὶ τὰ τούτοις παραπλήσια –οὐ γὰρ καιρός ἐστι κατὰ μέρος πᾶσαν λέξιν ἑρμηνεῦσαι, καὶ ὁ Ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος· ὁ γὰρ δίκαιος ἐκ πρώτου ἐλέγχου διορθοῦται τὸ σφάλμα –,λέγει· Κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε καὶ ἐξουδένησα ἐμαυτόν· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Καί· Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Βλέπε, πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος. Ἅπαξ ἐλάλησα· καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας· Ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον κυρίου; Ἃ μὴ προέγνω ὁ Ἰὼβ δι’ ἀκακίαν, μανθάνει μετὰ τὸν ἔλεγχον. Εἶτα τί ὁ θεός; Οὐ συγχωρεῖ αὐτῷ παραιτήσασθαι τὴν κρίσιν, ἀλλά φησιν· Οὐχί, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Στῆθι, φησίν, ὡς ἀνήρ. Μὴ νομίσῃς, ὅτι διὰ τοῦτό σε κατέπληξα τῇ δυναστείᾳ φεύγων τὸ δίκαιον, ἀλλὰ διωρθωσάμην σου τὴν ἀκακίαν. Τὴν μέντοι κρίσιν οὐ παραιτοῦμαι· κρῖνόν με δικαίως, καὶ ἀπαίτει λόγον τῶν γινομένων. Ἐκρίθης, ἵνα στεφθῇς, ἐκρίθης, ἵνα ἀγασθῇς ἐν πάσῃ τῇ ὑπ’ οὐρανόν. Πρὸ τοῦ πάθους μία σε γωνία ἐγνώριζε, μετὰ τὸ πάθος πᾶσα γνωρίσει ἡ ὑπ’ οὐρανόν. Ἡ κοπρία σου παντὸς βασιλικοῦ διαδήματος λαμπροτέρα γίνεται. Οἱ τὸ διάδημα φέροντες ἐπιθυμοῦσιν ἰδεῖν σου καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον τῶν ἀθλημάτων. Παράδεισόν σου ἐποίησα τὴν κοπρίαν, ἐγεώργησα πρὸς εὐσέβειαν, φυτὸν ἐπουράνιον ἀνέδειξα. Ἔλαβες τὰ ἐπουράνια, δέχου καὶ τὰ ἐπίγεια, λάμβανε τὰ πάντα εἰς τὸ διπλάσιον. Ἐνταῦθα μάθε, πᾶς Χριστιανός, τὴν σὴν ἐλπίδα, τὴν ὑπεροχὴν τῆς σῆς ἐπαγγελίας. Τῷ Ἰὼβ μὲν γὰρ διπλασίονα ἐπαγγέλλεται καὶ διπλάσια δίδωσιν, ὁ δὲ σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· Ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀλλ’ ἐκεῖνο πρόσεχε ἀκριβῶς, ὅπως τὸν μὲν φίλον ἰδίᾳ διορθοῦται, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἐλέγχει παρρησίᾳ. Καὶ λέγει αὐτοῖς ὁ θεός· Ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου Ἰώβ; Ἀλλ’, ὦ δικαιοκρίτα, ὑπὲρ σοῦ τὸν λόγον ἐθέμεθα, τὴν σὴν δικαιοσύνην ἐκηρύξαμεν, κατεψηφισάμεθα ἀνθρώπου, τὴν δὲ σὴν δικαιοσύνην ἀθώαν ἐδείξαμεν. Ἐνταῦθα οὖν πρόσεχε τῇ δικαιοκρισίᾳ τοῦ θεοῦ. Εἰ γὰρ τὸν ὑπὲρ αὐτοῦ λέγοντα κατὰ τοῦ δικαίου οὐ δέχεται, τοὺς κατὰ τοῦ δικαίου λέγοντας παρὰ τὸ δίκαιον δέξεται; Ἐλέγχει οὖν τοὺς φίλους αὐτοῦ καὶ λέγει· Καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου Ἰώβ, ἀπώλεσα ἂν ὑμᾶς. Ὁμοῦ οὖν καὶ ἐλέγχει καὶ διασώζει· σώζει μὲν διὰ τὸ μηδὲν πονηρὸν κατὰ τοῦ θεοῦ λέγειν, ἐλέγχει δὲ τὸν δίκαιον τὴν ἀκεραιότητα ἐπανορθούμενος· καὶ τιμᾷ μὲν τοὺς φίλους δι’ ἐκεῖνον, τιμᾷ δὲ τὸν δίκαιον διὰ τὴν ἄθλησιν καὶ δίδωσιν αὐτῷ διπλάσιον καὶ ἀπὸ σκότους αὐτοῦ τὸ φῶς ἔλαμψε καὶ τότε καὶ νῦν. Ἓν δ’ ἔτι εἰρηκότες δείξωμεν τὴν ὑπεροχήν. Ἔλαβε τὰ πρόβατα εἰς τὸ διπλάσιον, βόας, καμήλους, ὄνους εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα ἀπολέσας δέκα, εἴκοσιν οὐκ ἔλαβεν. Ἐνταῦθα ζητητέον, πῶς τὰ κτήνη μὲν εἰς τὸ διπλάσιον, τὰ δὲ τέκνα εἰς τὸ ἁπλοῦν. Ἐπειδὴ τὰ κτήνη μὲν καὶ τὰ κτήματα ἀπολλύμενα τέλειον ἀπώλοντο, ἄνθρωπος δὲ ἀποθανὼν εἰς ζωὴν διαφυλάττεται καὶ εἰς ἀνάστασιν ἐγείρεται. Οὐ δίδωσιν αὐτῷ εἰς τὸ διπλάσιον τὰ τέκνα, ἵνα μὴ ἐκκόψῃ τὴν ἐλπίδα τῶν ἀπελθόντων, ἀλλὰ ἵνα δείξῃ αὐτῷ, ὅτι κἀκεῖνοι, εἰ καὶ προηρπάγησαν, ἀλλὰ ζῶσι. Κἀκεῖνοι μὲν πάντες χορηγοῦνται αὐτῷ· οὐ δίδωσι δὲ αὐτῷ πλὴν δέκα, ἵνα εὑρεθῇ Ἰὼβ οὐκ ἀπὸ ζωῆς εἰς θάνατον, ἀλλ’ ἀπ’ οἴκου εἰς οἶκον μεταβαίνων. Δέκα γὰρ αὐτὸν τελέσαντα τὸν βίον μέχρι τάφου προέπεμψαν, δέκα πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται καὶ τῶν ἀπορρήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν· ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.