# In proditionem servatoris 1.1

Severianus Gabalensis, In proditionem servatoris, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-proditionem-servatoris/1.1

Ἐβουλόμην εἰς τέλος διανύσαι τοῦ σταυροῦ τὰ θεωρήματα, οὐχ ὡς τῶν νοημάτων περιγενόμενος, ἀλλὰ τὰ δυνατὰ τοῖς πιστοῖς ἐκτιθέμενος. Οὐκ ἀρκεῖ λόγος πρὸς ἐξήγησιν τῶν θείων λογίων, ἀλλὰ ἀνθρωπίνῃ δυνάμει μετρεῖται τὸ λεγόμενον, οὐχ ὡς αὐτῆς τῆς δυνάμεως ἀρκούσης καταλαβεῖν, ἀλλ’ ὡς τοῦ θεοῦ παρέχοντος· οὐχ ὅσα δύναται δοῦναι ὁ διδούς, ἀλλ’ ὅσα χωρεῖ ὁ λαμβάνων. Ὥσπερ γὰρ μήτηρ τῷ βρέφει τῷ γαλακτοτροφουμένῳ αὐτὴ μὲν δύναται παρασχεῖν τέλειον ἄρτον, ἐκεῖνο δὲ δέξασθαι οὐκ ἰσχύει, οὕτως οὔτε θεῷ ἀδύνατον παρασχεῖν τὴν μείζονα σοφίαν καὶ ὑπερκόσμιον, ἀλλ’ ἡμεῖς δέξασθαι ἀδυνατοῦμεν. Θνητὸν γὰρ οἰκοῦμεν σῶμα. Οὐδὲν οὖν ἐλάλησεν ὁ θεὸς πρὸς ἡμᾶς κατὰ τὴν ἁρμόζουσαν αὐτῷ τελειότητα, ἀλλὰ πρὸς τὴν ἡμετέραν ἀσθένειαν ἐμέτρησε τὸ λεγόμενον. Διὰ τοῦτο ὁ σωτὴρ ἔλεγε· Πολλὰ ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Καὶ ἀλλαχοῦ ἔλεγεν ὁ σωτὴρ τῷ Νικοδήμῳ· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, κύριε οὐ πιστεύετε, πῶς, ἂν εἴπω τὰ ἐπουράνια, πιστεύσετε; Λέγωμεν τοίνυν ὅσον ἧκεν εἰς τὴν ἀνθρωπίνην δύναμιν, ὑπὸ θεοῦ χορηγούμενοι. Διακόπτεται δὲ ἡμῖν ἀπὸ τῆς ἡμέρας ὁ λόγος βουλομένοις ἐφεξῆς ἀγαγεῖν τὰ θεωρήματα. Διεκόπτετο δὲ διὰ τὴν τοῦ εὐαγγελίου ἀνάγνωσιν. Ἀλλ’ ἐκεῖνο ἐν τῷ ἰδίῳ καιρῷ λεχθήσεται. Τῶν δὲ ἐν τῇ σήμερον ἡμέρᾳ γινομένων μνημονεύσωμεν. Σήμερον ὁ Χριστὸς κατὰ ταύτην τὴν πέμπτην τοῦ σαββάτου ἐν τῇ ἑσπέρᾳ τῇ πρὸ τοῦ πάθους καὶ τῶν μαθητῶν τοὺς πόδας ἔνιψε καὶ ἐν τῷ νόμῳ τυπικὸν πάσχα ἐτέλεσε καὶ τὴν σωτήριον τοῦ πάθους μυσταγωγίαν παρέδωκεν. Ὥστε ἤδη φιλαλήθως εἰπεῖν, οὐδὲ αὐτὸς ὁ τῆς ἀληθείας διακόπτεται λόγος. Περὶ τοῦ σταυροῦ γὰρ ἐκείνη ἡ διήγησις καὶ οὕτω φυλάττεται κανών. Ἔλθωμεν οὖν εἰς τὴν ἀκολουθίαν, τέμνοντες, ἵνα γεύματά τινα παρασχόντες τοῖς φιλοχρίστοις ὑμῶν ψυχαῖς. Πῶς δεῖ κατανοεῖν εἰς τὴν τῶν ἁγίων καὶ μυστικῶν ἡμῶν παραδόσεων θεωρίαν, σύντομον καὶ εὐκρινῆ δῶμεν τοῦ λόγου τὴν ἀπόδειξιν. Λέγει ὁ σωτὴρ τοῖς μαθηταῖς· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Πολλάκις ὁ σωτὴρ προεῖπε τοῖς ἑαυτοῦ μαθηταῖς, ὁμοῦ δεικνὺς ὅτι καὶ εἰδὼς οὐ φεύγει καὶ προγινώσκων οὐ παραιτεῖται· ὁμοῦ δὲ καὶ προομαλίζων τὰς ψυχὰς τῶν ἀποστόλων, ἵνα τῷ προπαρασκευάζεσθαι γνῶναι φύγωσι τὸν θόρυβον. Πρᾶγμα μελετηθὲν οὐκ ἔχει τὴν ἀπὸ τοῦ αἰφνιδίου ταραχήν. Ὅπερ καὶ ὁ Δαυὶδ προέλεγεν· Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Τοῦτο καὶ ἐν ταῖς βρονταῖς γίνεται. Προλαβοῦσα ἡ ἀστραπὴ διδάσκει τὸν λογισμὸν ὅτι δεῖ ἐκδέξασθαι τὴν βροντήν, ἵνα τῇ προσδοκίᾳ λύσῃ τὸν μείζονα φόβον. Οὕτω καὶ ὁ σωτήρ, ἵνα μὴ ἀθρόον ὑπὸ τοῦ πάθους ὡς τὸν σωτῆρα ὀνειδίσαι τοὺς ἀποστόλους καὶ εἰπεῖν μετὰ τὴν ἀνάστασιν· Οὗτοί εἰσιν οἱ λόγοι μου, οὓς ἐλάλησα ὑμῖν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν. Ὠνείδιζεν αὐτούς, ὅτι τὸν σκοπὸν οὐκ ἐπλήρωσαν, δι’ ὧν ὁ σωτὴρ προεῖπε. Προεῖπόν φησιν, ἵνα μὴ σκανδαλισθῆτε καὶ ὁ θόρυβος ὑμῶν ἐκράτησεν. Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς τὸ σταυρωθῆναι. Οὐδαμοῦ εὑρίσκεις τὸν σωτῆρα πάθους μνημονεύσαντα καὶ μὴ τὸ ἀνθρώπινον πρόσωπον εἰσαγαγόντα, καὶ ὡς ἄλλον διαλεγόμενον περὶ ἄλλου. Οὐκ εἶπε· Παραδίδομαι, ἀλλ’ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς τὸ σταυρωθῆναι. Οὐδαμῶς εὑρίσκεις τὸν σωτῆρα παραδιδόμενον, ἀλλ’ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Καὶ πανταχοῦ ὡς ἄλλος περὶ ἄλλου λαλεῖ. Ὅταν μέντοι εἰς τὴν θεότητα, γυμνῶς λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. Οὐ λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ὁ πέμψας με, ἀλλ’ Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καί· Ὁ ἑωρακώς με, ἑώρακε τὸν πατέρα. Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Ὁ δὲ Ἰωάννης πῶς ἀσφαλῶς λέγει; Ἵνα μή τις νομίσῃ τὸν ὁρώμενον καιρὸν τῆς ἀνάγκης, ὅρα πῶς ἀσφαλίζεται· Εἰδὼς ὅτι ἦλθεν ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν. ἀντὶ τοῦ ἀπηρτισμένην ἀγάπην ἔδειξε. Καὶ τοῦ δείπνου γενομένου ἀναστὰς ἀποτίθεται τὰ ἱμάτια καὶ διεζώσατο τὸ λέντιον καὶ ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν. Αἰσχυνέσθωσαν αἱρετικοί. Ἐὰν ἀκούσωσι τοῦ σωτῆρος λέγοντος· Ποιῶ τὸ θέλημα τοῦ πατρός μου, εὐθέως λέγουσιν· Ὁρᾷς ὅτι ὡς δοῦλος ὑποτάσσεται καὶ ὑπακούει τῷ πατρί. Ἐν ἐκείνῃ τῇ ὥρᾳ ἦν ἰδεῖν πρᾶγμα φοβερόν. Τί ἀνέστη καὶ ἀπέθετο τὸ ἱμάτιον ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ διεζώσατο λέντιον; Καὶ ἦν ἰδεῖν τότε Παύλου φωνὴν ἀληθεύουσαν ὅτι ἐν μορφῇ θεοῦ ὑπάρχων, μορφὴν δούλου ἔλαβε . Διεζώσατο λέντιον ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις καὶ ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα ὁ ποταμοῖς καὶ πηγαῖς καὶ θαλάσσαις τὴν τῶν ὑδάτων φύσιν ἐκχέας. Ἐννόησον μαθητὴν καθήμενον καὶ τὸν δεσπότην ἐπικαμπτόμενον καὶ πρὸς γόνυ βλέποντα, ᾧ κάμπτει γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἡ ταπείνωσις τοῦ σωτῆρος πᾶσαν ἔσβεσεν ὑπερηφανίαν. Ἐκείνη ἡ ἐπιείκεια πᾶσαν ἔσβεσεν ἀλαζονείαν.

---

Severianus Gabalensis, In proditionem servatoris. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg015.local001/.
