# In proditionem servatoris 2.1

Severianus Gabalensis, In proditionem servatoris, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-proditionem-servatoris/2.1

Ὅταν ἴδω τὸν σωτῆρα νίπτοντα τοὺς πόδας τῶν μαθητῶν, λέγω τὸ τοῦ Ἡσαΐου περὶ τῆς ἡμετέρας ὑπερηφανίας· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ἐννόησον ἐπικύπτοντα τὸν δεσπότην πρὸς τοὺς πόδας τῶν οἰκετῶν καὶ νίπτοντα. Πῶς ταῦτα λαληθῇ ἢ πῶς σιωπηθῇ; Λόγος οὐκ ἀρκεσθῇ. Ἡ σιωπὴ ἀγνωμοσύνην ἡμῖν κατηγορεῖ. Καὶ τί ποιήσομεν καὶ εἰπεῖν μὴ ἰσχύοντες; Ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ. Οὐδὲ ἓν ὑπηρεσίας εἶδος παρέλιπεν· οὐκ ἐπέτρεψε τὸ μὲν ὕδωρ ἐνθεῖναι παρ’ ἄλλων, ἑαυτῷ δὲ νίψαι. Οὐδὲ ἔνιψε μὲν αὐτός, ἄλλοι δὲ ἀπέμαξαν. Καὶ φαίνεται ἐνταῦθα ξένον τι μυστήριον εἰσηγούμενος τοῖς μαθηταῖς. Ἀγαπήσας φησὶ τοὺς ἰδίους μαθητάς, εἰς τέλος ἠγάπησε , λέγει Ἰωάννης. Καὶ τοῦ δείπνου γενομένου, ἤδη τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα παραδῷ αὐτόν, ἀναστὰς ἀπέθετο τὰ ἱμάτια. Οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλ’ ἵνα δείξῃ ὅτι μελετήσαντος τοῦ προδότου τὴν παραδοσίαν οὐκ ὤκνησεν ὁ σωτὴρ αὐτοῦ τοῦ προδότου τοὺς πόδας νίψαι. Καὶ ᾔδει αὐτοῦ τὸν δόλον καὶ ἔνιψε. Τί οὖν; Προσωποληψία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Ἀεὶ μεταξὺ ἀδικούντων καὶ ἀδικουμένων ἐστὶν ἡ προσωποληψία. Ἐὰν μέντοι ὁ ἀδικούμενος τιμήσῃ τὸν ἀδικοῦντα, οὐ προσωποληψία εστίν, ἀλλὰ ταπεινοφροσύνη. Ἐὰν δὲ ὁ ἀδικούμενος λάθρα μὲν ἐργάζεται τὸ κακόν, σχήματι δὲ φιλανθρωπεύεται, ἐκείνη ἐστὶν ὑπόκρισις. Οἷον ἀπ’ αὐτοῦ τοῦ πράγματος λάβε τὴν ἀπόδειξιν. Ἤιδει Ἰούδας ὁ παραδιδοὺς τὸν δεσπότην, ὅτι ἀσεβὲς ἦν αὐτοῦ. Ὧι γὰρ ἐπεβούλευε φίλημα προσέφερεν. Ὁ δὲ σωτὴρ ἀδικούμενος ἐτίμα τὸν ἀδικοῦντα, ὅπερ οὐκ ἦν ἀδικία, ἀλλὰ ταπεινοφροσύνης ὑπερβολή, καὶ παρὰ θεῷ ἐπαινουμένη καὶ παρὰ ἀνθρώποις θαυμαζομένη Θέλεις ἰδεῖν σχῆμα; Βλέπε τὸν Ἰωὰβ τὸν ἀρχιστράτηγον τοῦ Δαυίδ. Κατέσχε τὸν Ἀβνάρ, ἄλλον ἀρχιστράτηγον, καὶ φιλίας προσέφερε ῥήματα καὶ λάθρα ἐνέπηξε τὸ ξίφος τῇ λαγόνι. Ἀδελφὸν ἐκάλει καὶ ὡς ἐχθρὸν ἀνῄρει. Διὰ τοῦτο κακὸν ἡ ὑπόκρισις. Ἀλλαχοῦ δὲ ὅταν ὁ ἀδικούμενος εὐεργετήσῃ τὸν ἀδικοῦντα, ἐπαίνου ἐστὶ τὸ ἔργον. Ὁ Ἰακὼβ ἐφοβεῖτο τὸν ἴδιον ἀδελφὸν τὸν Ἠσαῦ καὶ παρεκάλει τὸν θεὸν λέγων· Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, μὴ ἐλθὼν ἀποκτείνῃ με. Ὅτε μέντοι εἶδεν αὐτὸν, τιμᾷ καὶ λέγει· Εἶδον τὸν πρόσωπόν σου ὡς ἂν τις ἴδῃ πρόσωπον θεοῦ. Ἰδὼν δὲ αὐτὸν ὡς πολέμιον, ὡς φονέα, ἐπειδὴ ᾔδει ὅτι οὐκ ἔλεγεν ἵνα ἐπιβουλεύσῃ, ἀλλ’ ἵνα ἐπιβουλὴν φύγῃ, συνέγνω ὁ θεός. Οὕτω τις ἐὰν φιλίας προσενέγκῃ ῥήματα, οὐχ ἵνα δολιεύσηται, ἀλλ’ ἵνα τὸν δόλον ἐκφύγῃ, οὐκ ἀγανακτεῖ ὁ θεός. Αὐτοῦ γάρ ἐστι διδάσκαλος. Λόγος ὑποπίπτων ἀποστρέφει ὀργήν. Ἤδη οὖν, φησί, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα παραδοῦναι τὸν σωτῆρα, ὁ σωτὴρ νικῆσαι θέλων τὴν ἀγνωμοσύνην τῇ φιλανθρωπίᾳ καὶ τῇ ἐπιεικείᾳ τὴν ἀλαζονείαν λῦσαι, ἔνιψεν αὐτοῦ τοὺς πόδας. Ἐγὼ οὐ τοσοῦτον θαυμάζω τὸν δεσπότην τὰ ἴδια ποιοῦντα – Ἔργον γὰρ ἦν αὐτοῦ ἡ ἐπιείκεια. – ὅσον ἐκεῖνον δόλου γέμοντα. Ποίᾳ καρδίᾳ προέτεινε τοὺς πόδας; Πῶς ἔβλεπε τὰς ἁγίας χεῖρας τοῦ δεσπότου περὶ τοὺς πόδας αὐτοῦ στρεφομένας; Πῶς οὐκ ἐνάρκησε; Πῶς οὐκ ἔφριξεν; Ἀλλ’ ὅμως ἡ ἀνεξίκακος φύσις μακροθυμεῖ. Φαίνεται δὲ καὶ πρῶτον νίψας αὐτόν. Διὰ τί; Εἰ μὴ ἔνιψε τοὺς πόδας τοῦ προδότου, ἀλλὰ νίπτων τῶν ἄλλων αὐτὸν κατέλιπε, κἀκεῖνο ἦν τοῦ δεσπότου ἀλλότριον καὶ ὁ Ἰούδας εὔλογον ἔλαβεν ἀφορμήν. Αὐτός με ἀφώρισεν· αὐτός με ἠλλοτρίωσε· πάντων ἔνιψε τοὺς πόδας, ἐμὲ δὲ κατέγνω. Ποίᾳ ψυχῇ ἐδυνάμην εἶναι μετ’ αὐτοῦ; Εἶδεν ὁ θεὸς καρδίαν συντετριμμένην καὶ οὐκ ἠθέλησε τὸ ἀφ’ ἑαυτοῦ συντριβόμενον αὐτὸς συντρίψαι. Καὶ τοῦτο ἦν τὸ κάλαμον συντετριμμένον μὴ κατεάξῃς . Ὅμως ἔνιψε τῶν μαθητῶν τοὺς πόδας. Ἦλθε τελευταῖον ἐπὶ τὸν Πέτρον. Ἐν ὅσῳ δὲ τοὺς ἄλλους ἔνιπτεν ὁ σωτήρ, ἐννοεῖ Πέτρος τὸ ἀξίωμα τοῦ δεσπότου καὶ τὴν εὐτέλειαν τῶν ἀνθρώπων, τὸ ταπεινὸν τῶν ἀνθρώπων καὶ τὴν δόξαν τοῦ δεδοξασμένου, καὶ ὥρισε παρ’ ἑαυτῷ τὸ μὴ καταδέξασθαι. Ἦλθε πρὸς αὐτὸν ὁ σωτὴρ καὶ λέγει ἐκεῖνος· Κύριε, σὺ μου νίπτεις τοὺς πόδας; . Σὺ εἶ ὁ νεκροὺς ἐγείρων, ὁ λεπροὺς καθαρίζων – Τὸ γὰρ σὺ πολλὴν ἔχει δύναμιν. Σὺ, ᾧ ἐγὼ ἐμαρτύρησα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος . Εἰ μὲν ἀπὸ ἀγνοίας εἶπον, συνέβη ἂν ὑπόνοιαν ἀνθρωπίνην εἶναι. Εἰ δὲ σύ μου τὴν φωνὴν ἐσφράγισας λέγων ὅτι ὁ πατήρ μου ὁ ἐν οὐρανοῖς ἀπεκάλυψέ σοι , ἀνέχῃ οἰκέτου πόδας πλῦναι χερσὶ δεσπότου; Οὐ μὴ νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα. Τί οὖν ὁ σωτήρ; Διεσκέδασε τὴν φωνὴν αὐτοῦ. Ὃ ποιῶ φησι νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα , ἀντὶ τοῦ ἀγνοεῖς μου τὸν σκοπὸν τοῦ ποιοῦντος. Οὐκ ἠνείχετο, ἀλλὰ ταῦτα ἀκούσας λέγει· Οὐ μή μου νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἔδειξε ψυχὴν ἀδάμαντος σκληροτέραν. Προσήνεγκε δὲ ὁ σωτὴρ τὸ ἑαυτοῦ πῦρ καὶ ἐποίησε τὴν ἀδάμαντα ψυχὴν κηροῦ ἁπαλωτέραν. Ὥστε, φησί, καὶ μονότονος καὶ φιλόνεικος λῦσόν σου τὴν ἔνστασιν. Εἰ μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Καὶ ὁ μονότονος καὶ ὁ φιλόνεικος λέγει· Κύριε, μὴ μόνον τοὺς πόδας, ἀλλὰ τὰς καὶ χεῖρας καὶ τὴν κεφαλήν. Τὸ κεφάλαιον ἀπεστέρει καὶ μετὰ τόκου ἀπέδωκε. Χριστιανῶν ἦθος οὐκ ἐστὶ μονότονον. Οὐ δεῖ Χριστιανῶν ἔμφιλον ἦθος ἔχειν. Οὐ δεῖ αὐτὸν ποικίλον εἶναι εἰς ἐπιβουλήν, ἀλλ’ ἀπολύτροπον εἰς ἀρετήν. Οἷον δεῖ εἶναι, φαιδρὸν μὲν ἐν καιρῷ φαιδρότητος, στυγνὸν δὲ ἐν καιρῷ λύπης, ὡς λέγει Παῦλος· Χαίρειν μετὰ χαιρόντων , νηστεύειν μετὰ νηστευόντων, κλαίειν μετὰ κλαιόντων . Τοῦτο γάρ ἐστιν ὃ λέγει Παῦλος· Εἴτε ἐσθίετε, εἴτε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. Οὐδὲν οὖν ὤνησεν ἡ Πέτρου μονοτονία. Ἐλύθη γὰρ ὡς καὶ ἄλλου. Ὅτε ἦλθεν ὁ Χριστὸς βαπτισθῆναι ὑπὸ Ἰωάννου, λέγει αὐτῷ ὁ βαπτιστής· Κύριε, ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με; Λέγει αὐτῷ ὁ σωτήρ· Ἄφες ἄρτι . Μὴ φιλονείκει, μὴ ἀνθίστασο, ὅτι θεία ἐστὶν ἡ γνώμη. Μὴ πρὸ καιροῦ γυμνώσῃς τὸ ἀξίωμα. Ἔασόν με πληρῶσαι τὴν τάξιν καὶ δεῖξαι ἀληθῶς ὅτι ἄνθρωπον ἔλαβον, ἵνα διὰ τοῦ ἀνθρώπου τοῦ ἀληθινοῦ θεὸν ἀναφανῶ. Μόνον εἶπεν· Ἄφες ἄρτι , καὶ εὐθέως ἐπισημαίνεται ὁ εὐαγγελιστής· Τότε ἀφῆκεν αὐτὸν βαπτισθῆναι. Ἐφιλονείκησεν ὡς εὐσεβὴς καὶ ὑπήκουσεν ὡς φιλόθεος. Οὕτω καὶ Ἱερεμίας ἐφιλονείκησε τῷ θεῷ· Ὁ ὢν δέσποτα κύριε, σὺ οἶδας ὅτι νεώτερός εἰμι. Καὶ εἶπε κύριος πρός με· Μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς οὓς ἂν ἐχαποστελῶ σε, πορεύσῃ. Ἔλυσε τὴν μονοτονίαν ἡ εὐτονία. Πάλιν Μωϋσῆς ἐμονοτόνησε λέγων· Προχείρισαι ἄλλον. Ἰσχνόφωνος γάρ εἰμι καὶ βραδύγλωσσος. Ἀλλ’ οὐκ ἐνέδωκεν.

---

Severianus Gabalensis, In proditionem servatoris. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg015.local001/.
