# In proditionem servatoris 4.1

Severianus Gabalensis, In proditionem servatoris, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-proditionem-servatoris/4.1

Τούτων οὕτω γενομένων προσέρχονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ λέγουσι· Κύριε, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; . Βλέπε θεοῦ πρόγνωσιν. Λέγει· Ἀπέλθατε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων. Ἀκολουθήσατε αὐτῷ ὅπου ἀπέρχεται καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθῃ· εἴπατε τῷ οἰκοδεσπότῃ· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον ἐστρωμένον. Τὰ δύο τηρεῖ· καὶ τοὺς ἀποστόλους ἐφοδιάζει ἐρωτῆσαι τὸν οἰκοδεσπότην, καί, ἵνα μὴ νομίσωσιν ὅτι ἀγνοεῖ τὸν τόπον, λέγει αὐτοῖς· Ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον. Εἰ προλέγεις τὸν τόπον, διὰ τί λέγεις τοῖς μαθηταῖς· Ἐρωτήσατε περὶ τοῦ τόπου; Πρὶν ἐρωτήσωμεν ἐμάθομεν; Ναί φησι καί μοι πρέπει προλέγειν ὡς θεῷ καὶ ὑμῖν ἐρωτᾶν ὡς ἀνθρώποις. Οὐδαμοῦ δὲ Χριστὸς παραδίδωσι τὸ μυστήριον ἐν ταπεινοῖς τόποις, ἀλλ’ ἐν τῇ ὀρεινῇ ἢ ἐν ὑπερῴῳ. Οὐδὲν γὰρ κατώγεον ἐπὶ Χριστοῦ. Διὰ τοῦτο ὅτε καὶ τὴν ἐπιφοίτησιν ἐδέχοντο τοῦ ἁγίου πνεύματος οἱ ἀπόστολοι ἐν ὑπερῴῳ ἦσαν συνηγμένοι. Τότε φησὶν ἀπέστειλε δύο τῶν μαθητῶν ἑτοιμάσαι τὸ πάσχα. Τίνες δὲ ἦσαν οὗτοι; Πέτρος καὶ Ἰωάννης. Διὰ τί παρὰ τοὺς δώδεκα Πέτρον καὶ Ἰωάννην ἀπέστειλε; Πέτρος ἦν ὁ ὁμολογήσας ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Ἰωάννης δὲ ἔμελλε κηρύττειν τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Ἀποστέλλει τὸν θεμέλιον τῆς πίστεως καὶ τὸν υἱὸν τῆς βροντῆς, ἵνα ἐν μὲν τῷ θεμελίῳ πήξῃ τὸ τῆς εὐσεβείας μυστήριον, ἐν δὲ τῷ υἱῷ τῆς βροντῆς ἀστράψῃ τὰ τῆς δικαιοσύνης ἐντάλματα. Πάλιν διὰ τί Πέτρον καὶ Ἰωάννην ἀποστέλλει; Ἵνα δειχθῇ ὅτι καὶ τῆς σεμνογαμίας καὶ τῆς παρθενίας ἥπλωται τὸ δῶρον, καὶ γίνονται κοινωνοὶ τοῦ πάσχα καὶ οἱ ἐν σεμνογαμίᾳ καὶ οἱ ἐν παρθενίᾳ καλῶς ζῶντες. Αποστέλλει παρθενίαν καὶ σεμνογαμίαν ἑτοιμάσαι αὐτῷ τὸ πάσχα· ὥσπερ ἐν τῷ ὄρει Μωϋσῆν καὶ Ἠλίαν παρέστησε, τὸν μὲν ἀπὸ σεμνογαμίας, τὸν δὲ ἀπὸ παρθενίας λάμποντα, ἵνα φανῇ σεμνογαμία καὶ παρθενία παρεστῶσαι τῷ Χριστῷ· Ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα μεθ’ ὑμῶν τὸ πάσχα τοῦτο φαγεῖν. Οὐκ ἀναγκαζόμενος βιάζεται· οὐκ ἀκούσιον τὸ πάθος, ἀλλ’ ἑκούσιος ἡ γνώμη. Εἰ ὁ δεσπότης εὐεργετῶν εἶπεν· Ἐπιθυμίᾳ ἐπεθύμησα , τί εἴπωμεν ἡμεῖς; Προλαμβάνεις γὰρ τὰς φωνὰς ἡμῶν, δέσποτα, ἡμέτερα προλαμβάνεις ἁμαρτήματα καὶ προλάμπεις ταῖς εὐεργεσίαις. Ἡμεῖς ὀφείλομεν εἰπεῖν· Ἐπιθυμοῦμεν ἰδεῖν τὸ πάσχα καὶ σὺ προλαμβάνεις; Πηγὴ ἐπιθυμεῖ ποτε τῶν διψώντων ἢ οἱ διψῶντες τῆς πηγῆς; Τράπεζα ἐπιθυμεῖ τῶν πεινώντων ἢ οἱ πεινῶντες τῆς τραπέζης; Ἡμῖν πρέπει λέγειν τὸ τοῦ Δαυίδ· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψ ψυχή μου πρὸς σέ, ὁ θεός. Ἀλλ’ ἐπειδὴ πρόκειται τοῦ σωτῆρος μυσταγωγία, αὐτὸ τὸ πάθος τὸ ἔνδοξον, αὐτὴ τοῦ πάθους ἡ παράδοσις, δεῖ τῷ λόγῳ παραχωρῆσαι τῷ καιρῷ, ἵνα καὶ διψῶντες ἀπολαύσωμεν καὶ οἱ πιστοὶ στηριχθῶσι καὶ οἱ μέλλοντες φωτίζεσθαι τὸν ἀρραβῶνα δέξωνται καὶ φυλάξωνται οἱ πιστοί. Μὴ προφάσει τοῦ δώρου λύσῃς τῆς νηστείας τὸν δρόμον. Ὥσπερ ὁ τὴν ὁδὸν διανύων τὴν μακρὰν καὶ διὰ τὴν τοῦ σώματος θεραπείαν ἀναπαύσεται, εἴτε ἐν δοχείοις, εἴτε ἐν ἄλλοις τόποις, οὐ παύεται τῆς ὁδοῦ, ἀλλ’ ἀναπαύεται μὲν ἐπὶ τὸ θάλψαι τὸ σῶμα, τοῦ δὲ σκοποῦ τῆς ὁδοιπορίας οὐκ ἀφίσταται, οὕτω καὶ ἡμῖν ἔδωκε τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν αὐτοῦ ὁ σωτήρ, οὐχ ἵνα τρυφήσωμεν, ἀλλ’ ἵνα τὴν σάρκα καὶ τὴν ψυχὴν θεραπεύσωμεν. Μὴ τοίνυν προφάσει τῶν μυστηρίων εἰσαγάγῃς τὸ ἀλλότριον. Μή, ἐπειδὴ μεταλαμβάνεις, νομίσῃς ἀδελφὴν χάριν εἶναι τῆς κραιπάλης. Ταῦτα δὲ φυλαττέσθωσαν μὴ οἱ πιστοὶ μόνον, ἀλλὰ καὶ οἱ κατηχούμενοι. Πρὸ τῆς δωρεᾶς δεῖξον τὸ ἀξίωμα τοῦ δώρου. Τίς χρεία λόγου; Τὴν συνείδησίν σου ἐξέτασον. Ποίᾳ παρρησίᾳ προσέρχεται ὁ κλέψας τὴν νηστείαν; Ἀληθῶς προσέρχῃ αὔριον καὶ μηδενός σου κατηγοροῦντος ἢ συνείδησίς σου κατηγορήσει. Εἶδες οὖν τινά ποτε μεθ’ ἑαυτοῦ κατήγορον φέροντα; Μᾶλλον ἔχε συνήγορον τὴν συνείδησιν. Ἡ σήμερον ἡμέρα, τουτέστιν ἡ ἁγία αὕτη μυσταγωγία, οὐ θέλει τῆς νηστείας τὸν δρόμον, οὐδὲ τὴν ἐν τῷ ἁγίῳ πάσχα μυσταγωγίαν. Ἀλλ’ ἐπειδὴ ἔστι μὲν ἐν αὐτῇ τοῦ πάθους ἡ παράδοσις, ἐν ἐκείνῃ δὲ τῆς ἀναστάσεως ἡ ἀπόδειξις, γενώμεθα κοινωνοὶ καὶ τῆς ἀναστάσεως μέτοχοι. Σήμερον κοινωνήσωμεν τῷ πάθει, τότε τῇ ἀναστάσει. Σήμερον κοινωνοῦντες μὴ εἰς σπατάλην ἐκδῶμεν ἑαυτοὺς, ἀλλ’ εἰς δάκρυα. Μετὰ γὰρ τὴν ἀνάστασιν οὐκ ἔστι λύπη. Ἀκμὴν ἐν πάθει ὁ δεσπότης καὶ σὺ τρυφᾷς; Οὐκ οἶδας πῶς πολλοὶ πολλάκις καὶ τῶν μεγάλων μέμψιν ὑπέστησαν ἐπὶ βασιλικῷ πένθει τρυφήσαντες, καὶ τιμωρίαν ὑπέσχον; Σὺ δὲ βλέπων τὸ δεσποτικὸν πάθος ἔτι ἐπὶ σταυροῦ λάμπον, οὐδέπω τῆς ἀναστάσεως φέρων τὸν λόγον, προλαβὼν τῆς ἀναστάσεως τὴν εὐφροσύνην, σπατάλῃ ἑαυτὸν ἐξέδωκας; Ταῦτα λέγω, οὐχ ὅτι δεῖ πενθεῖν αὐτὸν τὸν σωτῆρα, ὡς ἄξια πένθους ὑποστάντα, ἀλλ’ ὅτι χρὴ ἡμᾶς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, ἵνα κοινωνήσαντες αὐτοῦ τῷ πάθει, κοινωνοὶ γενώμεθα τῆς ἀναστάσεως· ὅτι αὐτῷ πρέπει τῷ κυρίῳ ἡ δόξα, ἡ τιμή, καὶ ἡ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἁεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, In proditionem servatoris. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg015.local001/.
