# In psalmum 95 5.1

Severianus Gabalensis, In psalmum 95, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-psalmum-95/5.1

Καὶ ὅρα τὸ θαυμαστόν τοῦ δικαίου. Οὐ πρῶτον ἑρμηνεύει τὴν γραφήν, ἀλλὰ πρῶτον ἐλέγχει τὴν γνώμην. Καὶ τί φησιν; Βασιλεῦ, ὁ θεὸς τοῦ οὐρανοῦ ἔδωκε βασιλείαν καὶ κράτος τῷ πατρί σου Ναβουχοδονόσορ, καὶ τιμὴν καὶ δόξαν προσέθηκεν αὐτῷ. ὁμοίως καὶ σοί – Ἵνα συντέμω. Καὶ ἔδωκέ σοι ὁ θεὸς τὴν βασιλείαν καὶ τὴν ἰσχύν, καὶ ἐπελάθου τοῦ θεοῦ καὶ ἐξήγαγες αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη καὶ ἔπινες σὺ καὶ αἱ γυναῖκές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου· καὶ τὸν ἔχοντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν πνοήν σου οὐκ ηὐλόγησας. Διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ καὶ ἔγραψεν ἐπὶ τοῦ κονιάματος τὴν ἰδίαν ἀπόφασιν. Καὶ ταῦτα τὰ ῥήματα· Μανή· ἠρίθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπληρώθη – Τοῦτο γὰρ ἑρμηνεύει ἡ Σύρα γλῶσσα καὶ ἡ Ἑβραϊκὴ ὁμοίως. – Θεκέλ· ἐστάθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ηὑρέθη ὑστεροῦσα· Φαρές· διῄρηται ἡ βασιλεία σου ἐδόθη Μήδοις καὶ Πέρσαις. Τότε γὰρ ἦν μόνων Βαβυλωνίων ἡ βασιλεία. Καὶ ὅρα τὸ θαυμαστόν, πῶς ἔδειξεν ὅτι ὁ θεὸς τὰ πάντα ἀριθμῷ καὶ σταθμῷ ποιεῖ. Ἐστάθμησέ φησι καὶ ἐπεμέτρησεν . Οὐδὲν γὰρ παρ’ αὐτοῦ ἄνευ μέτρου· οὐδὲν ἄνευ σταθμοῦ, οὐδὲν ἄνευ ἀκολουθίας, ἀλλὰ καὶ δικαίῳ μέτρῳ τὴν δίκην ἐπάγει, καὶ τιμωρούμενος σταθμῷ τὴν τιμωρίαν ἀνάλογον δίδωσι τῇ ἁμαρτίᾳ, οὐχ ὑπερβαίνουσαν τὴν ἁμαρτίαν, ἀλλὰ σύμμετρον. Διὰ τοῦτο ἀπειλῶν ποτε ὁ θεὸς τῇ Ἰουδαίᾳ, προαναιρεθείσης τῆς Σαμαρείας καὶ προαναλωθείσης, λέγει· Καὶ ἐκτενῶ ἐπὶ τὴν Ἱερουσαλὴμ τὰ μέτρα Σαμαρείας καὶ τὰ στάθμια τοῦ οἴκου Ἐφραΐμ , ἀντὶ τοῦ· Τὴν αὐτὴν ἐπιμετρῶ δίκην τούτοις, ἣν ὑστέρησα ἐκείνοις. Οὐ γὰρ ἄμετρος ἡ θεία δίκη, ἀλλὰ μέτρῳ καὶ κανόνι καὶ σταθμῷ κεκανόνισται, καθὼς ὁ σωτὴρ ἔλεγεν ἐν τοῖς εὐαγγελίοις· ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθήσεται . Ἐμέτρησεν οὖν ὁ θεὸς καὶ ἐστάθμησε καὶ διεῖλε, καὶ ἐπληρώθη ὁ ἀριθμὸς τῆς βασιλείας, φησὶ πρὸς ἐκεῖνον. Καὶ τί μετὰ τὴν τοσαύτην ἀπόφασιν; Λύσιν εὐθέως ἐπήγαγε τῆς ἀποφάσεως. Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου λύτρωσαι ἐν ἐλεημοσύνῃ καὶ τὴν ἀσέβειάν σου οἰκτιρμοῖς πενήτων, μήποτε ἵλεως γένηται τοῖς παραπτώμασί σου ὁ θεός. Ὁρᾷς ὅσον ἰσχύει ἐλεημοσύνη, ὅσον δύναται φιλανθρωπία, ὅσον ἐργάζεται δικαιοσύνης ἔργον ὁ περὶ πένητας ἔλεος; Παρῄνεσεν ὁ προφήτης, ὡς εἴ γε ὑπήκουσεν ὁ παράνομος, ἠκολούθησεν ἀντὶ ἐπαγγελίας ἡ χάρις. Ἀλλ’ ἡ μὲν χάρις ἥπλωτο, ἡ δὲ γνώμη τὴν διόρθωσιν οὐκ ἐδέχετο. Οὕτως ἰσχυρὸν περὶ τοὺς πένητας ἡ φιλανθρωπία. Περιεῖλεν ἡ ἐλεημοσύνη σχῆμα αἰχμάλωτον ἐκ τῆς ἀγορᾶς· περιαιρεθήσεται σχῆμα αἰχμαλωσίας ἐκ πάσης τῆς γῆς. Εἶδες τὴν ἀγορὰν γέμουσαν αἰχμαλώτων καὶ συνέστειλας τὴν ὄψιν τῆς ἀηδίας. συστελεῖ ὁ θεὸς τὴν δίκην τῆς τιμωρίας, τὴν κατὰ τῶν ἁμαρτημάτων ἐπαγομένην. Οὐ γὰρ ἄδικος ὁ θεός, ἐπιλαθέσθαι τῶν ψυχῶν τῶν ἀδίκως ἀνῃρημένων, οὐδὲ τοῦ αἵματος τοῦ ἀδίκως ἐκκεχυμένου. Ἀνῃρέθησαν οἱ ἅγιοι, ἀλλ’ ὑπὲρ εὐσεβείας ἀπέθανον. Μὴ γάρ μοι προσχῇς τῷ σχήματι τῆς αἰχμαλωσίας καὶ τοῦ πολέμου, ἀλλ’ ὅτι ὑπὲρ σωφροσύνης τὸν ἀγῶνα δεξάμενοι, πολλοὶ τὸν θάνατον ὑπέμειναν, πολλαὶ παρθένοι ἐν εὐκαίρῳ καιρῷ, ὡς ἐν καιρῷ διωγμοῦ ἐστέφθησαν καὶ ψυχαὶ πολλαὶ δι’ αὐτῶν ἐπολεμήθησαν. Καὶ μὴ νομίσῃς ἀναξίους εἶναι θεοῦ, ὧν τὰ αἵματα ἐξεχύθη. Ἀρχαῖον τοῦτο εἶδός ἐστιν ἱστορίας Ἀεὶ ὁ θεὸς τοὺς ἁγίους τοῖς κινδύνοις ἐκδίδωσιν ἵνα δι’ ἐκείνων δειχθῇ τῆς εὐσεβείας ἡ δύναμις. Μή τις λεγέτω· Ἆρ’ οὖν, εἰ ἦσαν ὅσιοι, ἀνῃροῦντο; Εἰ ἦσαν τῷ θεῷ μεμελημένοι, τοσαύτην ὑπέμενον πόρθησιν; Ἄκουε τοῦ Δαυὶδ διὰ τῶν παλαιῶν τὰ νέα ᾄδοντος· Ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναόν. Καὶ οὐχ ἁπλῶς τὸν ναόν , ἀλλὰ τὸ ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον· ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Εἰ οὗτοι ὡς ἀνάξιοι εὐσεβείας παρεδόθησαν, ἐκεῖνοι πῶς παρεδόθησαν, εἰ ταῦτα νῦν πάσχουσί τινες ὡς ἀνάξιοι, πῶς τὰ αὐτὰ καὶ οἱ πρὶν ἔπασχον ἅγιοι; Εἰ δὲ ὁ αὐτὸς συγχωρῶν τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομεῖ, καὶ διὰ τῶν ἁγίων ἀναστέλλεται τὴν ῥύμην τῆς ἁμαρτίας, οὐδὲν ἄδικον οὐδαμοῦ τῶν παρὰ τῆς θείας δυνάμεως συγχωρουμένων. Ταῦτα συγχωρεῖ ὁ θεὸς εἰς τὸ γυμνασθῆναι ἡμῶν τὰς γνώμας, καὶ ὑφίστανται δίκαιοι πολλάκις τὸν ὑπὲρ τῶν ἀδίκων θάνατον. Ἔχεις παλαιὰν ἀκολουθίαν διὰ τῶν ἀρχαίων ἱστοριῶν. Ἀποφαίνεται ὁ θεὸς κατὰ τοῦ Ἀδὰμ λέγων· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ὁ μὲν τὴν ἀπόφασιν δεχόμενος ἐν ζῶσιν ἐξητάζετο, ὁ δὲ μηδὲν ἡμαρτηκὼς Ἄβελ ἐσφάττετο· καὶ ὁ ὑπόδικος ζωῆς ἀπήλαυε καὶ ὁ δίκαιος θανάτῳ ὑπεβάλλετο. Καὶ τοῦτο χρησίμως.

---

Severianus Gabalensis, In psalmum 95. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg008.local001/.
