Ancient Greek
Section 6
Severianus Gabalensis, In psalmum 95 6.1
Not analysed yet
Ἐπειδὴ γὰρ ἀπεφήνατο ὁ θεὸς κατὰ τοῦ Ἀδὰμ ὅτι· ᾗ ἂν ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθανῇ. οὐκ ἔδωκε τῷ θανάτῳ ἐξουσίαν τοῦ ὑποδίκου πρῶτον ἅψασθαι, ἵνα μὴ ἀληθεῖς καὶ ἀσφαλεῖς λάβῃ τὰς νομὰς κατὰ τοῦ γένους ἡμῶν ὁ θάνατος. Εἰ γὰρ τῶν παρανομησάντων πρῶτον ἥψατο, ἦν ἂν ἀμετάστατος καὶ ἀμετανόητος ἡ τιμωρία. Ἀλλ’ εἰσῆλθεν ἀπ’ ἀδικίας, ἵνα ἐξορισθῇ διὰ δικαιοσύνης. Ἀνῃρέθησαν δίκαιοι, ἀλλ’ οὐκ ἐσβέσθησαν. Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος. Αἵματα ἐξεχύθη δικαίων, ἀλλ’ ὁ θεὸς τοὺς παραδοθέντας ὡς εὐτελεῖς, τούτους ὡς υἱοὺς καλεῖ καὶ ὡς υἱοὺς ἐκδικεῖ. Ὅτι δὲ οἱ ἀνῃρημένοι ἁπλῶς ὑπὸ ἐχθρῶν υἱοὶ θεοῦ λέγονται, καὶ ὡς υἱοὶ τὴν ἐκδίκησιν δέχονται, ἐγγυᾶταί μου τὸν λόγον ὁ μακάριος Μωϋσῆς. Τί γάρ φησι διὰ τῆς ᾠδῆς; Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται. Εἰ υἱοὶ θεοῦ, πῶς ἀνῃρέθησαν ὑπὸ τῶν ἐναντίων; Ὁρᾷς ὅτι συγχωρεῖ ὁ θεὸς δικαίους ἀναιρεῖσθαι εἰς δόκησιν εὐσεβείας· καὶ οὐ βεβίασται τὸ ῥῆμα, ἵνα βεβαιώσῃ τὸ φρόνημα. Εὐφράνθητε οὐρανοί, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται. Παρεδόθησαν ὡς ἀλλότριοι καὶ ἐκδικοῦνται ὡς υἱοί. Τὸ γυμνάσιον τῆς εὐσεβείας μαρτύριόν ἐστι προφανὲς καὶ ὡμολογημένον. Καὶ ὅπως ἄκουε καὶ σκόπησον, παρακαλῶ, βαθύνας πρὸς ἀκρόασιν τὴν ἔννοιαν. Ἐπὶ βήματος ἑκάστῳ μάρτυρι τί ἕτερον προτείνεται ἢ θεὸν ἀρνήσασθαι; Καὶ πρὸς ταύτην τὴν πρότασιν ἀγωνισάμενος, ὁμολογούμενον καὶ ἀναντίρρητον δέχεται τὸν στέφανον τοῦ μαρτυρίου. Ἐπὶ δὲ τῶν νῦν ἀνῃρημένων ἁγίων οὐκ ἦν δικαστὴς δικάζων, ἀλλ’ ἡ συνείδησις. Πολλοὶ ἔσθ’ ὅτε –Οὐκ γὰρ κατακρίνω, ἀλλὰ τοὺς ἀνθρωπίνους λογισμοὺς ἀναξαίνω. –παρέβησαν ἐν διανοίᾳ. οἷον εἴ τις ἐν θλίψει εἶπε· Ποῦ ὁ θεὸς ᾧ ἐλάτρευον; Ἐκεῖ κλυδὼν ἦν καὶ χειμών, καὶ τὸ σκάφος ἐκινδύνευσεν. Εἰ δέ τις ἐν τοῖς χειμῶσι ἐξεταζόμενος ἐκείνοις πάλιν ἀνένηψε καὶ εἶπεν· Μὴ γὰρ ἐνταῦθά μοι περιώρισται τὰ τῆς ζωῆς; Μὴ γὰρ τὰ τῆς γῆς ἀνέμενον ἀγαθά; Οὐ βασιλείαν ἐξεδεχόμην; Οὐκ ἀνάστασιν νεκρῶν προσεδόκων; Οὐ τὴν μετ’ ἀγγέλων διαγωγήν; Οὐ τὴν ἀγήρω ζωήν; Τί τοίνυν ἀδικεῖ με θάνατος ἔχοντα αἰώνια ἀγαθά; Οὐ ταράττομαι πρὸς τὰ πρόσκαιρα. Ἐκδέχομαι γὰρ τὰ αἰώνια. Ὁ ταῦτα ἐν τῇ διανοίᾳ βασανίσας, ἔσχε δικαστὴν τὸν θεὸν τῆς διανοίας. ἔσχε συνήγορον τὸν λογισμὸν τῆς εὐσεβείας, ἔσχε βῆμα τὸν φόβον, ἔσχε μάρτυρα τὴν συνείδησιν τὸν τῆς δικαιοσύνης αὐτῷ στέφανον πλέκουσαν, καὶ πρὸ τῆς συνειδήσεως τὸν θεὸν ἄνωθεν βραβεύοντα τοῖς ἐργάταις τῆς εὐσεβείας. Ὁ γὰρ τὰ κρυπτὰ ὁρῶν, ἐν τῷ προφανεῖ στεφανοῖ. Πρόσευξαι σύ φησι τῷ πατρί σου ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Ἆρ’ οὖν ὁ ἐν τῷ κρυπτῷ προσευχόμενος στεφανοῦται· Ὁ δὲ ἐν τῷ κρυπτῷ βασανίζων τὴν διάνοιαν εἰς ὁμολογίαν οὐ στεφανοῦται; Τὸ μαρτύριον, ἀδελφοί, οὐ τῇ ἀποβάσει κρίνεται μόνον, ἀλλὰ καὶ τῇ προθέσει. Οὐκ ἐπειδὰν ἀποτμηθῇ ὁ μάρτυς, τότε γίνεται μάρτυς, ἀλλ’ ἀφ’ οὗ ἂν τὴν πρόθεσιν ἐπιδείξηται τῆς ὁμολογίας μάρτυς ἐστί, κἂν μὴ πάθῃ τὰ μάρτυρος. Καὶ τίς ὁ τούτοις μαρτυρῶν; Ὁ μακάριος Παῦλος. Οὗτος γὰρ ἅπαξ ἀποθανὼν καθ’ ἡμέραν ἑαυτὸν ἀποθνήσκοντα δείκνυσι. Τί γάρ φησι; Καθ’ ἡμέραν ἀποθνήσκω διὰ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ. Καθ’ ἡμέραν ἀποθνήσκω. Πῶς ἀποθνήσκεις ὁ ζῶν; Ἀπέθανον τῇ προθέσει, ἀλλ’ ἐσώθην τῇ χάριτι. Ὅσον ἐπ’ ἀνθρώποις τοῖς δοκοῦσι καὶ ἐπ’ ἐμοί, ὅσον ἐμαυτὸν ἐξέδωκα, καθ’ ἡμέραν ἀποθνήσκω· ὅσον δὲ ἐπὶ τῇ θείᾳ χάριτι, ὡς διδάσκαλος ἐφυλάχθην τῇ ἐκκλησίᾳ. Οἰκονομεῖ γὰρ ὁ θεὸς τὰ πράγματα πρὸς τὸ συμφέρον, καὶ τοὺς μὲν ἐκδίδωσιν, ἵνα δειχθῇ τὸ δόκιμον τῆς τῶν πιστῶν διανοίας, τοὺς δὲ φυλάττει, ἵνα φυλάξῃ ζύμην ταῖς ἐκκλησίαις. Οὐκ ἐμιάνθησαν οἱ παρθένοι· ἡ γὰρ πρόθεσις ἄσπιλος καὶ ἡ γνώμη ἀμίαντος. Καὶ μοι σκόπησον, ἀδελφέ· ἡ παρθενία δέχεται τοὺς στεφάνους ὡμολογημένους. Ποία; Ἢ ἡ ἐκ προθέσεως ἢ ἡ ἐξ ἀνάγκης; Οὐκ οἶδας ὅτι μυριάδες παρθένων καὶ ἀμιάντων σωμάτων ἀπῆλθον; Οὐ πολλαὶ θυγατέρες Ἑλλήνων καὶ μιαρῶν καὶ ἀσεβῶν, ὥραν ἐκδεχόμεναι γάμου ἡρπάσθησαν; Οὐ πολλοὶ νέοι ἄσπιλοι τὸ σῶμα ἀπὸ γάμου καὶ συζυγίας θανάτῳ παρεδόθησαν; Νέοι λέγω· Ἑλλήνων υἱοί, Ἰουδαίων υἱοί, ἀσεβῶν υἱοὶ αἱρετικῶν. Καὶ ἀπῆλθον μυριάδες παρθενίαν ἔχουσαι σώματος. Ἆρα ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ στέφανοι δίδονται τῆς παρθενίας ἐκείνης, καὶ τὰ πλήθη ἐκεῖνα στέφανον δέχεται παρθενίας; Οὐ δέχεται. Εἰ μὲν οὖν δέχεται στέφανον παρθενίας, καρπὸν ἔχει ἡ ἀνάγκη. Ἡ δὲ οὐδεὶς καρπὸς ἀνάγκης, ἀλλὰ πᾶς μισθὸς προαιρέσεως, ἀστεφάνωτοι μένουσιν αἱ μυριάδες ἐκεῖναι, παρθενίαν μὲν ἔχουσαι, προαίρεσιν δὲ παρθενίας οὐκ ἔχουσαι.