# In psalmum 95 7.1

Severianus Gabalensis, In psalmum 95, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-psalmum-95/7.1

Οὐ γὰρ λογίζεται ὁ θεὸς τὰ ἐξ ἀνάγκης, ἀλλὰ τὸ ἐκ προαιρέσεως κατορθούμενον. Εἰ τοίνυν ἐκείναις ταῖς μυριάσιν ἡ παρθενία οὐ λογίζεται εἰς παρθενίαν, οὐδὲ ταῖς παρὰ πρόθεσιν μιανθείσαις. Ἐμιάνθη τὸ σῶμα, ἀλλ’ ὁ τῆς ψυχῆς ναὸς οὐκ ἐμιάνθη· Ὑβρίσθη τὸ σῶμα, ἀλλ’ οὐκ ἐφθάρη τὰ νοήματα. Μηδεὶς τοίνυν ἀπαγορευέτω τὸ πλῆθος τῶν ἁγίων τῇ ὕβρει παραδεδομένων καὶ αἰχμαλωσίᾳ. Ἴδιον ἁγίων πολλάκις πάσχειν ὑπὲρ τῶν ἀσεβούντων. Ὁ σωτὴρ μηδὲν ἡμαρτηκὼς ὑπὲρ τῶν ἁμαρτωλῶν παραδίδοται. Καὶ βοᾷ Ἡσαΐας· Ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Καὶ πάλιν ὁ αὐτός· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον. Ὁρᾷς; Μιμηταὶ τοῦ Χριστοῦ οἱ ὑπὲρ ἀδίκων πάσχοντες. Συμβαίνει δέ, ἀδελφοί, καὶ ἄλλως, ἵνα πλατύνω μικρὸν τὴν ἱστορίαν. Συμβαίνει καὶ τῶν ἀναιρεθέντων τινὰς σφάλμασιν ὑποκεῖσθαι. Ὁ δὲ θεὸς διὰ τῆς προσκαίρου συμφορᾶς ἔλυσε τὴν ἁμαρτίαν, διὰ τῆς τῶν σωμάτων πληγῆς ἔπαυσε τὰ τραύματα τῆς ψυχῆς. Λογίζεται δὲ καὶ ὁ θάνατος εἰς τιμωρίαν. Λογίζεται δὲ καὶ νόσος τοῖς ἁμαρτάνουσι τῶν εὐσεβῶν εἰς τιμωρίαν. Καὶ τίς ὁ ταῦτα ἐγγυώμενος; Παῦλος· Οὐδὲν γὰρ δεῖ λέγειν ἀμάρτυρον, οὐδὲ ἀπὸ λογισμῶν μόνον. Ἐάν τι ἄγραφον λέγηται, ἡ διάνοια τῶν ἀκροατῶν σκάζει πῆ μὲν ἐπινεύουσα, πῆ δὲ παραγραφομένη, καὶ ποτὲ μὲν τὸν λόγον ὡς ἕωλον ἀποστρεφομένη, ποτὲ δὲ ὡς πιθανὸν παραδεχομένη. Ὅταν δὲ ἔγγραφος ἡ μαρτυρία τῆς θείας φωνῆς προέλθῃ, καὶ τοῦ λέγοντος τὸν λόγον καὶ τοῦ ἀκούοντος τὴν διάνοιαν ἐβεβαίωσε. Τίς οὖν ἡμῖν λόγος μαρτυρήσει, ὅτι αἱ συμφοραὶ καὶ αἱ παιδεῖαι ἐπαγόμεναι τοῖς ἀνθρώποις εἰς λύσιν ἁμαρτημάτων λογίζονται; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύλου λέγοντος περὶ τῶν ἀναξίως προσιόντων τῇ τραπέζῃ τῇ μυστικῇ· Οὐκ οἴδατε ὅτι οἱ ἀναξίως ἐσθίοντες, εἰς κρῖμα ἑαυτοῖς ἐσθίουσι καὶ πίνουσι; Καὶ τί εὐθέως ἐπήγαγε; Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄρρωστοι. Διὰ τοῦτο, διὰ τὸ ἀναξίως προσέρχεσθαι τῇ τραπέζῃ. Διὰ τοῦτο πολλοὶ ἄρρωστοι, πολλοὶ ἀσθενεῖς καὶ κοιμῶνται ἱκανοί. ἀντὶ τοῦ ἀποθνήσκουσιν, ὡς καὶ τοῦ θανάτου ἀντὶ ἁμαρτίας ἐπερχομένου. Τούτοις εὐθέως συνάπτει· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ κυρίου. Οὐκοῦν κρίσις θεοῦ καὶ νόσος καὶ θάνατος. Καὶ τί ὄφελός μοι μετὰ τὴν τελευτήν; Τί τὸ κέρδος μετὰ τὸν θάνατον; Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐδικαίωσε γὰρ ὁ θεὸς μὴ συναπολέσαι τοὺς δικαίους τοῖς ἀσεβέσι, μηδὲ συγκατακρῖναι τοῖς βεβήλοις τοὺς ἁγίους. Καὶ μάλα εἰκότως. Οὐ γὰρ ἔχει λόγον τὸν προσκυνητὴν τοῦ Χριστοῦ κολάζεσθαι μετὰ τοῦ βλασφημοῦντος. Ὡσαύτως τὸν εὐσεβοῦντα καὶ ὑμνοῦντα ὑποβαλέσθαι μετὰ τῶν βλασφημούντων καὶ ἀτιμαζόντων τὴν ἀλήθειαν. Διὰ τοῦτο ὁ θεὸς ἀποκρύφοις καὶ ἀοράτοις τρόποις διαφόρως μαστίζει τοὺς ἁμαρτάνοντας τῶν εὐσεβῶν, ἵνα ἀκεραίους παραστήσῃ τῷ μεγάλῳ βήματι, ἵνα ἐνταῦθα παιδεύσας, ἐκεῖσε τὸν μισθὸν λογίσηται. Ἔτι ἀναλαμβάνετε τὸ ῥῆμα τῆς ἀποστολικῆς ἐννοίας· Εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Συμφωνεῖ τούτῳ καὶ ὁ μακάριος Δαυὶδ τῷ λόγῳ· Μακάριος γάρ φησιν ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν, τοῦ πραῦναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν. Ὁ γὰρ ἐνταῦθα παιδευθείς, ἐν ἀναπαύσει ἔσται, καὶ πραϋτέρου πειραθήσεται τοῦ θείου κριτηρίου. Καὶ μὴ θαυμάσῃς, εἰ τὸν εὐσεβῆ ἐνταῦθα παιδευθέντα ἐν τῷ μέλλοντι ἐλευθεροῖ. Εὑρίσκεις γὰρ ἐν τῇ θείᾳ γραφῇ ἀσφαλέστερον ἐνέχυρον. Σοδομιτῶν οὐδὲν χεῖρον καὶ τῶν τὰ Γόμορρα οἰκούντων οὐδὲν ἀσεβέστερον. Ἀλλ’ ὅμως ἐπειδὴ ἐνταῦθα δίκην ὑπέσχον, πραϋτέραν αὐτοῖς ποιῆσαι διεξέτασιν ὁ σωτὴρ ἐπαγγέλλεται. Καὶ σὺ γὰρ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου κατενεχθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἕως ἄρτι· πλὴν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ γῇ Γομόρρας ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἢ ὑμῖν. Εἰ τοίνυν Σοδομίταις ἀνεκτότερον ποιεῖ τὴν κρίσιν ἡ ἐνταῦθα κόλασις, ἐννόησον ὅπως οἱ ἐνταῦθα κολαζόμενοι τῶν εὐσεβῶν τὴν μέλλουσαν διαφεύγουσι κρίσιν, ἣν γένοιτο ἡμᾶς διαφεύγοντας πάντας παραστῆναι μετὰ παρρησίας τῷ βήματι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, In psalmum 95. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg008.local001/.
