# In psalmum 96 1.1

Severianus Gabalensis, In psalmum 96, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-psalmum-96/1.1

Πάλιν ἡμῖν ἡ τοῦ μακαρίου Δαυῒδ πνευματικὴ κιθάρα παρὰ τοῦ ἁγίου πνεύματος ἀνακρουσθεῖσα, τοὺς οὐρανίους ὑμῖν ἀπέδωκε φθόγγους, οὐκ ἀκοὰς θέλγοντας, ἀλλὰ ψυχὰς ἐκπαιδεύοντας. Τῆς γὰρ ἁγίας ταύτης κιθάρας ἔργον τὸ ψυχὰς ἁγιάζειν. Καὶ ἔστιν ἡ ψαλμῳδία διὰ παντός, καὶ εὐθυμούντων πανήγυρις, καὶ ἀθυμούντων παραμυθία, καὶ ἐπῳδή τίς ἐστιν ἁγία, οὐχ ὑπὸ μύθων προφερομένη· ἀλλ’ ὥσπερ θηρία πονηρά, τὰς ἐπιθυμίας κοιμίζει, ἀκολασίαν ἐξορίζει, σβέννυσιν ἀδικίαν, ἐξάπτει δικαιοσύνην, βλασφήμους ὑπονοίας ἀνατρέπει, λογισμοὺς αἰσχροὺς ἀναιρεῖ, θεῖον ὑπαγορεύει νόμον, θεὸν κηρύττει, πίστιν ἑρμηνεύει, αἱρετικοὺς ἐπιστομίζει, ἐκκλησίαν οἰκοδομεῖ. Πολλὰ μὲν οὖν καὶ διάφορα τὰ διὰ τῆς ἁγίας ταύτης κιθάρας ὑμνούμενα· σήμερον δὲ ὁ μακάριος Δαυῒδ τὴν βασιλείαν κηρύττει τοῦ θεοῦ, λέγων· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Τοῦτο γὰρ ἡμὶν ἡ πρώτη ψαλμῳδία διὰ τῆς προλαβούσης διδασκαλίας ἐμήνυσε. Διδασκαλίαν γὰρ ἡγεῖσθαι δεῖ τὰ θεῖα ἀναγνώσματα· τὰ δὲ παρ’ ἡμῶν, οὐ διδασκαλίαν, ἀλλὰ διδασκαλίας ἑρμηνείαν. Ὅτι δὲ καὶ ἡ ψαλμῳδία διδασκαλία ἐστίν, ἄκουε αὐτοῦ τοῦ προφήτου λέγοντος· Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Πρῶτον διδάσκεται, εἶτα διδάσκει. Ὥσπερ γὰρ δεξαμενὴ ὑδάτων, ἐὰν μὴ δέξηται πλούσιον τὸ ῥεῦμα, οὐ δύναται ἐπὶ πρασιὰν καὶ κῆπον καταπέμπειν τὰ νάματα· οὕτω καὶ ὁ προφήτης καὶ ὁ ἀπόστολος, ἐὰν μὴ παρὰ τῆς οὐρανίου χάριτος δανείσηται τὰ θεῖα ῥεῖθρα, οὔτε αὐτὸς ἔχειν, οὔτε ἑτέροις μεταδιδόναι δύναται. Ὅτι δὲ διδάσκεται ὁ προφήτης, αὐτοῦ ἄκουε μαθητοῦ τάξιν ἀναλαμβάνοντος, δι’ ὧν φησι· Τὰς ὁδοὺς σου, κύριε, γνώρισὸν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Εὐλογητὸς εἶ, κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Ὁρᾷς πῶς· διδάσκεται καὶ διδάσκει; Πᾶσα γὰρ ψυχὴ φιλόθεος, ἐὰν μὴ θεὸν ἔχῃ, διδασκαλίαν πιστεύεσθαι οὐ δύναται. Οὐδὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων τικτόμενον ἀσφαλὲς· πᾶν δὲ τὸ παρὰ τῆς θείας γραφῆς κηρυττόμενον ἀσφαλὲς καὶ ἀληθές. Λογισμὸς οἶδε καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν· πᾶς ἀνθρώπινος λογισμὸς καὶ συγκατάθεσιν ἔχει καὶ ἀνάνευσιν· θεία δὲ φωνὴ παντὸς πράγματος ἐνεργεστέραν ἔχει τὴν ὄψιν. Διὰ τοῦτο θεὸς φθέγγεται, καὶ τὰ πράγματα συντρέχει, καὶ τὸ τοῦ θεοῦ ῥῆμα νεῦμά ἐστιν οὐράνιον. Καὶ οὐδὲν θαυμαστόν, εἰ κελεύει θεός, καὶ γίνεταί τινα ἐν τοῖς οὖσιν, ὅπου γε λέγει, καὶ τὰ μὴ ὄντα ἐν τοῖς οὖσι συνίσταται. Σήμερον τοίνυν διδάσκει ὁ μακάριος Δαυῒδ καὶ κηρύττει τοῦ θεοῦ τὴν βασιλείαν λέγων· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Ἀναγκαῖον δὲ ζητῆσαι αὐτὸ τὸ ῥῆμα. Τί βούλεται τό, Ὁ κύριος ἐβασίλευσεν; ἆρα μὴ περὶ προσφάτως ἀναλαβόντος τὴν βασιλείαν λέγεται; Οὐδεὶς γὰρ ἂν εἴποι περὶ βασιλέως ἐκ πολλοῦ χρόνου βασιλεύοντος, ὅτι ὁ βασιλεὺς ἐβασίλευσεν· ὃ γὰρ ἔχει ἐκ παλαιοῦ χρόνου, τοῦτο ὡς πρόσφατον κτῆμα κηρύττειν οὐ δυνάμεθα. Τί τοίνυν ὁ Δαυῒδ βούλεται λέγειν, Ὁ κύριος ἐβασίλευσεν ; Εἰ γὰρ ἀεὶ βασιλεύει, περιττὸν τό, Ἐβασίλευσε· δέον, εἰ ἄρα βασιλείαν ὑμνεῖν ἤθελε, καλῶς ἔφη, Ὁ κύριος ἐβασίλευσεν , ὡς ἀρχὴν λαβούσης τῆς βασιλείας. Εἶτα πότε ἀρχὴν λαμβάνει βασιλεία θεοῦ; πρόσφατον; Καὶ ἦν ποτε θεός, ὅτε μὴ ἦν βασιλεύς; καὶ πῶς; Οὐδὲν ἐπὶ θεοῦ πρόσφατον. Οὐ προσλαμβάνει ἐξουσίαν, οὐκ ἐνδύεται βασιλείαν, ἀλλ’ ἐξ αἰώνος βασιλεὺς, ἐξ αἰῶνος δεσπότης, ἐξ αἰῶνος δημιουργός, ὥς φησιν ὁ μακάριος Μωϋσῆς· Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα, καὶ ἔτι. Εἰ τοίνυν ὁ μακάριος Μωϋσῆς πρὸ πολλῶν γενεῶν γενόμενος τοῦ Δαυῒδ, τὴν βασιλείαν ἐκήρυξε τοῦ θεοῦ, τί βουλόμενος ὁ μακάριος Δαυῒδ, ὡς πρόσφατον τὴν ἀρχαίαν κηρύττει λέγων, Ὁ κύριος ἐβασίλευσεν; Ἦ δῆλον ὅτι τὴν τοῦ σωτῆρος ἑρμηνεύει οἰκονομίαν. Διπλῆ γὰρ ἡ τοῦ σωτῆρος βασιλεία· ἡ μὲν προαιώνιος καὶ ἀρχὴν οὐκ ἔχουσα, ἡ δὲ μετὰ τοὺς αἰῶνας, ἀρχὴν ἀπὸ τῆς οἰκονομίας λαμβάνουσα. Καὶ μὴν βασιλεὺς ἀεὶ ὢν, γίνεται καὶ κατὰ σάρκα βασιλεὺς, τὸ μὲν ἔχων κατὰ φύσιν, τὸ δὲ λαμβάνων κατὰ τὴν πλάσιν τὴν ἀνθρωπίνην. Ἐβασίλευσε τοίνυν ὁ σωτὴρ ἡμῶν. Οὐκ ἀργῶς δὲ λέγει, Ὁ κύριος ἐβασίλευσεν· ἀλλ’ ἐπειδὴ πρὸ τῆς τοῦ Χριστοῦ βασιλείας ἄλλα ἦν τὰ βασιλεύοντα ἐν κόσμῳ, καὶ ὥσπερ τυράννων τις ἦν ἔνδοθεν βασιλεία, οὐκ ἐκ φύσεως κρατοῦσα, ἀλλὰ βεβιασμένη παρανομία τῇ κτίσει ἐπελθοῦσα· καὶ ἐβασίλευον οἱ δαίμονες τοῦ κόσμου, οὐ βασιλείαν ἔχοντες, ἀλλὰ τυραννίδα εἰς βασιλείαν μετασχηματίσαντες. Τὴν καθαίρεσιν οὖν μηνύων τῆς τυραννίδος τῶν δαιμόνων, καὶ τὴν διὰ τῆς παρουσίας τοῦ σωτῆρος λάμπουσαν οἰκονομίαν, λέγει τό, Ὁ κύριος ἐβασίλευσε · τουτέστιν, ἀπελάσας μὲν δαιμόνων βασιλείαν, εἰσαγαγὼν δὲ τὴν ἑαυτοῦ ἔνσαρκον καὶ θείαν οἰκονομίαν. Δεῖ δὲ ἐξ αὐτῶν τῶν γραφῶν δεῖξαι, τίνα ἦν τὰ πρὸ Χριστοῦ βασιλεύοντα. Ἄκουε Παύλου λέγοντος· Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Ἰδοὺ βασιλεία θανάτου ἐβασίλευε. Καὶ ἅλλοτε ἡ ἁμαρτία, ὥς φησιν ὁ αὐτός· Καὶ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. Ὥσπερ γὰρ ἡ ἁμαρτία ἐβασίλευσε διὰ τοῦ ἑνός, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ τοῦ ἑνός. Ἔδειξεν οὖν πρὸ Χριστοῦ καὶ ἁμαρτίαν βασιλεύσασαν, καὶ θάνατον· καὶ ἦσαν ἀλλήλων διάδοχοι, ὥσπερ πικροὶ βασιλεῖς καὶ τύραννοι. Καὶ ἡ μὲν ἁμαρτία ἐβασίλευσεν ἐν τῷ κόσμῳ· εἶτα μετὰ τὸ ἐκπληρῶσαι τὸν ἄνθρωπον τὸν ἑαυτοῦ δρόμον τῆς ζωῆς, παρεδίδοτο τῇ βασιλείᾳ τοῦ θανάτου, καὶ παρεπέμπετο διὰ τῆς βασιλείας τοῦ θανάτου τῇ βασιλείᾳ τῆς ἁμαρτίας ὁ ἄνθρωπος· ἀπὸ τυραννίδος εἰς τυραννίδα, ἀπὸ πολεμίων εἰς πολεμίους ἐλεηλατεῖτο τὸ γένος τῶν ἀνθρώπων. Ἡ ἁμαρτία ἐβασίλευεν, ὁ θάνατος μετὰ τὴν ἁμαρτίαν διαδεξάμενος ἐβασίλευσε (Κέντρον γάρ, φησί, τοῦ θανάτου ἡ ἁμαρτία ), καὶ ἐτυραννεῖτο τὸ γένος τῶν ἀνθρώπων. Ὁ τοίνυν μακάριος Δαυῒδ τυραννουμένοις εὐαγγελίζεται τοῦ βασιλέως τὴν παρουσίαν. Ὥσπερ γὰρ τοῖς κατεχομένοις ὑπὸ τυράννου ἀπαγγελθεῖσα βασιλέως ἐπιδημία λύει τὴν κατήφειαν, λύει τὴν λύπην, ἐλπίδας ἀγαθὰς ἐνσπείρει· οὕτω καὶ ὁ Δαυῒδ τὴν κατώδυνον γῆν, τὴν πεπατημένην, τὴν τυραννουμένην, τὴν ὑπὸ δαιμόνων κατεχομένην εὐαγγελίζεται λέγων· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ . Καὶ πότε ἐβασίλευσε; πότε τῆς βασιλείας ἤρξατο; Κατὰ τὴν σάρκα ἤρξατο βασιλείας τῆς κατὰ ἄνθρωπον αὐτῷ δοθείσης· ἡ δὲ βασιλεία ἡ προαιώνιος οὐκ ἀρχὴν ἔσχεν, οὐ τέλος ἕξει. Ἐντεῦθεν καὶ πρότερον ἡμῖν διείληπται περὶ τούτου τοῦ ῥήματος· ἀλλ’ ἀναγκαῖον καὶ πάλιν εἰς ἀνάμνησιν ἐλθεῖν. Οὐδὲ γὰρ δεῖ σκοπεῖν τὸν λέγοντα τὸ ἅπαξ μόνον κεχρῆσθαι τῇ ῥήσει, ἀλλ’ εἰ ἀναγκαία ᾖ συνεχῶς παραγομένη θεραπεύειν τὸ τραῦμα τῆς ἁμαρτίας, καὶ αὖθις λέγειν.

---

Severianus Gabalensis, In psalmum 96. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg003.local001/.
