Ancient Greek
Section 3
Severianus Gabalensis, In psalmum 96 3.1
Not analysed yet
Τί τοίνυν λέγει Ἰωάννης ὁ εὐαγγελιστής, τὸ πτερὸν τὸ μέγα τῆς θεολογίας, ὁ ἀληθῶς υἱὸς βροντῆς, ὁ εἰς τὴν οἰκονομίαν ἀστράψας, καὶ εἰς τὴν θεολογίαν βροντήσας; Λέγει περὶ τοῦ σωτῆρος· μνημόνευε δὴ τοῦ ῥήματος, ἵνα μὴ ἁπλῶς παράγῃ τὸ πλῆθος τοῦ ῥήματος, μᾶλλον δὲ τὸ πλῆθος τῶν λέξεων μὴ ἀπατήσῃ σου τὴν διάνοιαν. Τὸν βασιλέα κύριον, φησὶν Ἡσαΐας, εἶδον τοῖς ὀφθαλμοῖς μου, καὶ εἶπε πρὸς με· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούετε, καὶ οὐ μὴ συνῆτε. Λέγει τοίνυν Ἰωάννης · Τοσαῦτα δὲ σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου· Πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε ,καὶ τὰ ἑξῆς. Καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι τὰ ῥήματα ἐξέλαβεν ὡς ἁρμόζοντα, καὶ τὸ μὲν ῥῆμα ἁρμόζει, ὃν δὲ εἶδεν ἐπὶ τοῦ θρόνου καθήμενον, οὐκ ἦν ὁ υἱός, ἐπάγει ὁ εὐαγγελιστής· Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. Ποίαν δόξαν; Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Τίνα εἶδε; Καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Βασιλέα ποῖον; Ὃν ἀνεβόησε Ναθαναὴλ λέγων· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Τοῦτο γὰρ ἐστι τὸ θαυμαστόν, ὅτι τὴν φωνὴν τοῦ Ναθαναὴλ, ὡς μέμνηνται οἱ φιλοπόνως καὶ φιλομαθῶς ἀκούοντες, παρεστήσαμεν σύμφωνον τῇ τοῦ Ἡσαΐου προφητείᾳ τῇ λεγούσῃ· Τάδε λέγει κύριος ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Λέγει δὲ ὁ αὐτὸς προφήτης πάλιν ἀλλαχοῦ· Τάδε λέγει κύριος ὁ θεός, ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ λυτρωσάμενoς αὐτόν, θεὸς ὁ αἰώνιος. Μέμνηται δὲ καὶ τίς ὁ λυτρωσάμενος, καὶ τί τὸ λύτρον, καὶ πῶς ἐδόθη· καὶ ὅτι λύτρον τὸ σῶμα, καὶ ὅτι λύτρον τὸ αἷμα. Ὁ λυτρωσάμενος αὐτόν. Ἐπειδὴ ἐδόκει προσφάτως φαίνεσθαι διὰ τὴν οἰκονομίαν, ἵνα μὴ πρὸς τήν σάρκα βλέποντες οἱ ἄνθρωποι ἀγνοήσωσι τὸ ἀξίωμα τῆς θεότητος, λέγει· Ὁ λυτρωσάμενος αὐτόν, ὁ θεὸς ὁ αἰώνιος. Αἰώνιος τοίνυν ὁ πατήρ, αἰώνιος ὁ υἱός, αἰώνιον τὸ πνεῦμα τὸ ἅγιον. Μὴ δύναται πάλιν αἱρετικὸς εἰπεῖν τρεῖς αἰωνίους; Αἰώνιος, εἶπεν, ὁ πατήρ, αἰώνιος ὁ υἱός, αἰώνιον τὸ πνεῦμα, οὐ τρεῖς φύσεις αἰωνίους, ἀλλὰ μία φύσις αἰώνιος, ἐν Τριάδι μιᾷ φανερουμένη. Ἄκουε τί φησιν ὁ μακάριος Ἡσαΐας· Ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Τίς ὁ κατασκευάσας; Ἑὰν θέλῃ ἐκφυγεῖν τὴν θεολογίαν τοῦ υἱοῦ ὁ αἱρετικὸς, λέγει, Περὶ τοῦ πατρὸς εἴρηται, καὶ ἐπιλανθάνεται τῶν οἰκείων ῥημάτων. Λέγει γάρ, Τὸν υἱὸν μόνον ἐποίησεν ὁ πατήρ, τὰ δὲ ἄλλα ὁ υἱός. Εἰ πάντων ποιητὴς ὁ υἱός, καὶ τὰ ἄκρα τῆς γῆς αὐτὸς ἐποίησεν· ὁ γὰρ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος. Ἀλλ’ ἵνα λαμπροτέραν αὐτῶν τὴν ἀμάθειαν ὁ λόγος ἐλέγξῃ, μάρτυρα παράξω τὸν μακάριον Παῦλον, ὅτι μέγαν θεὸν τὸν υἱὸν καλεῖ · μέγαν δὲ θεόν, ἐπειδὴ μεγάλου πατρὸς υἱός. Οἷος γὰρ ὁ γεννήσας, τοιοῦτος καὶ ὁ γεγεννημένος. Εἰ μικρὸς ὁ γεννήσας, μικρὸς καὶ ὁ καρπὸς τῆς ῥίζης· εἰ δὲ μέγας ὁ πατήρ, μέγας καὶ ὁ υἱός. Μεγάλου γὰρ πατρὸς μικρὸς υἱὸς οὐκ ἔστιν. Ὁ θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Ἄκουε Παύλου λέγοντος· Ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐπεφάνη γὰρ ἡ σωτήριος χάρις παιδεύουσα ἡμᾶς (ταῦτα ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ), ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν τὸν νῦν αἰῶνα, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ μέγας θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, καὶ μέγας θεὸς αἰώνιος, ὁ παραγενόμενος εἰς τὸν κόσμον. Διὰ τοῦτο καὶ ὁ Δαυῒδ φησι· Μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· ἐπειδὴ Χριστὸς θεοῦ δύναμις, τὸ αὐτὸ δὲ παρ’ Ἑβραίοις καὶ ἰσχὺς, καὶ δύναμις. Ἐπειδὴ μέγας ὁ θεός, καὶ μέγας ὁ Χριστὸς, κατὰ τό, Ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος ,καί, Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὕτως αὐτῷ ἑτέρῳ λόγῳ μελῳδεῖ· Μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Μέγας ὁ κύριος ἡμῶν. Ἄλλος γὰρ ὁ κύριος ἡμῶν, καὶ ἄλλη ἡ ἰσχὺς αὐτοῦ; Οὐχί· ἀλλ’ ἐπειδὴ ἡ ἰσχὺς ἦν ἡ δύναμις, Χριστὸς δὲ θεοῦ δύναμις, μέγας ὁ κύριος ἡμῶν, καὶ μέγας ὁ Χριστός. Ἰδοὺ οὖν ἔχεις μέγαν θεὸν αἰώνιον, θεὸν θεοῦ μεγάλου αἰωνίου υἱόν. Οὗτος δὲ ὁ θεὸς ὁ μέγας καὶ αἰώνιος, ἐπιφανεὶς τοῖς ἀνθρώποις, ἀναλαμβάνει σάρκα ἐκ πνεύματος ἁγίου κατασκευασθεῖσαν. Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. Πῶς οὖν πνεύματος δημιουργήσαντος; ἔπλασε γὰρ τὸν ναὸν τοῦ θεοῦ Λόγου τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ ἁγίᾳ ἐκείνῃ καὶ μεγάλῃ παρθένῳ, καὶ προῆλθε σῶμα ἔχων ἐκ παρθένου κατασκευασθὲν ὑπὸ τοῦ ἁγίου πνεύματος θείᾳ δυνάμει ἀοράτως καὶ ἀφράστως. Ποῦ οὖν δείκνυται ὅτι· τὸ πνεῦμα αἰώνιον; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· τουτέστι, τὰ θύματα τὰ διὰ Μωϋσέως προσφερόμενα, ἐπειδή ποτε ἐῤῥαντίζετο τὸ αἷμα ἐκεῖνο, καὶ μυσταγωγία τις ἦν, ἄλλως μὲν φαινομένη, ἄλλως δὲ μυστικῶς νοουμένη, βουλόμενος παραθεῖναι τοῖς αἰσθητοῖς τὰ νοητά, καὶ τῇ εὐχῇ τῇ ἀληθινῇ, φησίν· Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου προσήνεγκεν ἑαυτὸν τῷ θεῷ. Τὶ ἐστι, Διὰ πνεύματος αἰωνίου; Ἡ σὰρξ ἡ τοῦ σωτῆρος ὥσπερ διδάσκαλον ἔχει τὸ πνεῦμα τὸ ἁγίον· οὐχ ὡς τοῦ θεοῦ Λόγου ἀτονοῦντος πρὸς τὴν παιδαγωγίαν τῆς σαρκός, ἀλλ’ ὅπερ ἂν ἐποίει ὁ θεὸς Λόγος, τῷ πνεύματι τῷ ἁγίῳ ἐπεγράφετο. Τίς ἀπελαύνει δαίμονας; οὐχ ὁ θεὸς Λόγος; Ἀλλ’ ὅμως ὁ θεὸς Λόγος φησίν· Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια . Τὰ ἑαυτοῦ ἔργα ἐπιγράφει τῷ πνεύματι, ἐπειδὴ μία φύσις, καὶ ἀμέριστος ἡ ἐνέργεια. Ὅτι δὲ τὸ σῶμα ἐκεῖνο τὸ ἅγιον ὥσπερ ἤγετο καὶ ἐπαιδαγωγεῖτο ὑπὸ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος, μαρτυρεῖ ἡ γραφὴ λέγουσα· Καὶ ἐγένετο, ὅτε ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος τοῦ Ἰορδάνου, ἤγετο ὑπὸ τοῦ πνεύματος. Τί ἐστι τό, Ἤγετο ; Τουτέστιν, ἐπαιδαγωγεῖτο ἡ σάρξ, Ἤγετο ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. Διὰ τοῦτο κατὰ μίμησιν τοῦ σωτῆρος καὶ ἡμεῖς ἀγόμεθα. Λέγει γὰρ Παῦλος· Εἰ πνεύματι θεοῦ ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Διὰ τοῦτο ὁ σωτὴρ δείκνυσιν ἑαυτὸν πηγὴν ζωῆς, καὶ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον. Ὁρᾷς πῶς τὸ ἀμέριστον τῆς οὐσίας μηνύει; Λέγει ὁ σωτήρ· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ εὐθέως ἐπάγει Ἰωάννης ὁ εὐαγγελιστὴς λέγων τὶ ἐστι τὸ ὕδωρ τὸ ζῶν· Τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες.