# In Temptationem Domini Nostri Iesu Christi 17

Severianus Gabalensis, In Temptationem Domini Nostri Iesu Christi, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-temptationem-domini-nostri-iesu-christi/17

Τοῦτο δὲ γέγραπται εἰς ἀσφάλειαν ἡμῶν, ἐπειδὴ πανταχοῦ διὰ τῆς εἰκόνος ἧς ἀνέλαβε, χαρακτῆρα ἡμῖν πολιτείας καταλιμπάνων διδάσκει σε. Ἐπειδὰν παλαίσῃς τῷ διαβόλῳ καὶ νικήσῃς, χρή σε μὴ εἰς ἀμεριμνίαν ἐλθεῖν, ἀλλ’ εἰδέναι ὅτι ἀνακύπτει πάλιν μετὰ τὴν νίκην. Πολλῆς οὖν πολλάκις εἰκότως προσβαλλόμενος ἡμῖν ὀρέξεως ἢ ἐπιθυμίας ἢ ἄλλου τινὸς τῶν παθημάτων καὶ συμπλακέντος ἡμῖν ὡς πάλῃ ὁ νοῦς ἐρρωμένον φέρων τὸν λογισμὸν κατηγωνίσατο πάθη, καὶ αὐτὸς ὁ νικήσας νῦν, ἑτέρᾳ προσβολῇ ἡττᾶται. Διὸ χρὴ ἡμᾶς εἰς ἀμεριμνίαν μὴ ἔρχεσθαι, ἀλλ’ εἰδέναι ὅτι ἄχρι καιροῦ ἡ νίκη καὶ ἄχρι καιροῦ ἡ ἀμεριμνία. Ἡ δὲ τῶν παθῶν νίκη πρόσκαιρος. Ἕως ἐσμὲν ἐν τῷ κόσμῳ καὶ νικῶμεν καὶ παλαίομεν. Ἡ δὲ τελεία νίκη ἐν τέλει τῶν ἀγώνων. Διὰ τοῦτο ὁ Παῦλος νικῶν οὐκ ἀμέριμνος ἦν, ἀλλ’ ἠγωνία τὸ μέλλον καὶ ἔλεγεν· Οὕτω τρέχω, οὐχ ὡς ἀδήλως· οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων, ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Ὅτε δὲ εἰς τέλος ἔδραμε τῶν ἀγώνων καὶ ἔμελλεν στεφανοῦσθαι, ἔλεγε· Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.

---

Severianus Gabalensis, In Temptationem Domini Nostri Iesu Christi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg088.local001/.
