# In theophaniam (Ms Mr) 1

Severianus Gabalensis, In theophaniam (Ms Mr), σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-theophaniam-ms-mr/1

ἀνοιγέσθω σήμερον πᾶν στόμα πρὸς θεολογίαν καὶ ἀνυμνείτω πᾶς λόγος τὸν ἐξ οὐρανῶν ἐπιλάμψαντα θεὸν λόγον. πᾶν στόμα λαλείτω, πᾶσα γλῶσσα φθεγγέσθω, πᾶσα ψυχὴ χορευέτω, πᾶσα ἡ γῆ ψαλάτω. σήμερον γὰρ λόγοι φωτὸς ἐν ἡμέρᾳ φωτὸς τοὺς υἱοὺς τοῦ φωτὸς καταλάμπουσιν· συμφωνείτω τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ὑμνείτω μετὰ τῶν ὑπερκοσμίων δυνάμεων τὰ ἐν τῷ κόσμῳ φαινόμενα. ἀληθείας γὰρ ἐπιφανείσης καὶ βασιλέως ἐπουρανίου πάντα δεῖ συνδραμεῖν εἰς κοινὴν τοῦ δεσπότου τῶν ἁπάντων ὁμολογίαν. χριστοῦ παρουσία ἀληθινοῦ φωτὸς ἐπιδημία· χριστοῦ παρουσία τῆς οἰκουμένης πάσης εὐεργεσία· χριστοῦ παρουσία τοῦ κόσμου παντὸς ἐλευθερία. χριστὸς ἀνυμνεῖται καὶ κόσμος ἁγιάζεται, χριστὸς κηρύττεται καὶ ἡ οἰκουμένη φωτίζεται, χριστὸς καταγγέλλεται καὶ πᾶσα ψυχὴ τὸν ἐπουράνιον πόθον ἐνδύεται. ἐγγυᾶται μου τὸν λόγον ἡ πεῖρα τῶν πραγμάτων.

---

Severianus Gabalensis, In theophaniam (Ms Mr), ed. Annette von Stockhausen Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg017.local006/.
