# In theophaniam (Ms Mr) 10

Severianus Gabalensis, In theophaniam (Ms Mr), σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-theophaniam-ms-mr/10

ἵνα μὴ δόξῃ τίς βεβιασμένον εἶναι τὸν λόγον, ἀλλὰ μᾶλλον ἐξ αὐτῆς τῆς ἀληθείας μεμαρτυρημένον, ἄκουε Παύλου λέγοντος· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν . ὅσαι γὰρ ἐπαγγελίαι τοῦ θεοῦ, ἐν αὐτῷ τὸ ναὶ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν πρὸς δόξαν τοῦ θεοῦ. ἐντεῦθέν ἐστι νοῆσαι πάλιν τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν, συνεζωοποίησεν ἐν αὐτῷ χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα , ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ἡμῖν ὑπεναντίον. ἐπειδὴ πᾶν χειρόγραφον βεβαιοῦται καὶ τῇ ὑπαγορίᾳ τοῦ χειρογράφου και τῇ ὑπογραφῇ τοῦ δανεισαμένου, ἀνάγκη ἐπιζητῆσαι τὴν ὑπογραφὴν καί ποτε καί πως καί που ἐγενετο. ἔχεις τοίνυν αὐτὴν τὴν προειρημένην ὑπόθεσιν· ὅτε γὰρ ὁ νόμος ὑπηγόρευεν τὰς κατάρας, τὸ ἀμὴν τοῦ λαοῦ ὑπογραφὴ ἦν τῶν ἀκουόντων. Ἰησοῦς οὖν ἦν τὸ πλήρωμα τῶν εὐλογιῶν ὁ ἐπὶ τοῦ Ἰορδάνου φανεὶς, ὁ τὴν προφητείαν Ἡσαΐου πληρώσας· ἔλεγεν γὰρ Ἡσαΐας· ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου, ὅτι ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῷ καὶ ἡ τιμὴ τοῦ Καρμήλου. τὸ ῥῆμα ἀσαφές, σαφηνίζεται δὲ διὰ τῆς χάριτος.

---

Severianus Gabalensis, In theophaniam (Ms Mr), ed. Annette von Stockhausen Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg017.local006/.
