# In theophaniam (Ms Mr) 11

Severianus Gabalensis, In theophaniam (Ms Mr), σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-theophaniam-ms-mr/11

Λίβανον καλεῖ ἡ γραφὴ τὴν Ἰερουσαλὴμ τὸ τηνικαῦτα· καὶ μὴ νομίσῃς βεβιασμένον εἶναι τὸν λόγον. ὅρα, ἃ γὰρ Ἰεζεκιὴλ μαρτυρεῖ· περὶ γὰρ Ναβουχοδονόσωρ τοῦ βασιλέως ἔλεγεν· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ ἐκτεταμένος ταῖς πτέρυξιν καὶ πλήρης ὀνύχων ἦλθεν εἰς τὸν Λίβανον καὶ ἔλαβεν τὰ ἐκλεκτὰ τῆς κέδρου τοῦ Λιβάνου καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. τὰ δὲ ἐκλεκτὰ τοῦ Λιβάνου , τίνα ἦν; ἐπειδὴ Σεδεκίαν δήσας ἀπήγαγεν τὸν βασιλέα καὶ Ἰωακεὶμ καὶ τοὺς ἀρχιερεῖς· ταῦτα γὰρ ἦν τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, ἃ ἀπήγαγεν εἰς Βαβυλῶνα . τί οὖν ἐστι τὸ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ ; ἐπειδὴ ἡ ἱερωσύνη τῆς Ἱερουσαλὴμ καὶ ἡ προφητεία πᾶσα μετέβη εἰς τὸν Ἰωάννην καὶ πᾶσα ἡ Ἱεροσόλυμα καταλειποῦσα τὸ θυσιαστήριον ἐξήρχετο ἐπὶ τὸ λαβεῖν τὸ βάπτισμα Ἰωάννου , προλαβὼν ὁ προφήτης λέγει περὶ τῆς τιμῆς τοῦ Ἰορδάνου· ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου . καὶ τίς ἡ τιμή; ἄκουε ὡς ἐν παραδρομῇ· Ἡλίας ἦν ἡ τιμὴ τοῦ καρμήλου . Ἡλίας γὰρ ἦν ἐν τῷ Καρμήλῳ. ἐπεὶ οὖν προῆλθεν Ἰωάννης ἐν πνεύματι καὶ δυνάμει Ἡλιοῦ , διὰ τοῦτό φησιν ἐδόθη ἡ τιμὴ τοῦ Καρμήλου τῇ ἐρήμῳ. Ἰωάννης γὰρ ἦν Ἡλίας νεὸς ἐν τῇ ἐρήμῳ ὡς φησὶν ὁ σωτήρ· καὶ εἰ θέλετε δέξασθαι, οὗτος ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. ἐπεὶ οὖν τότε μὲν Ἠλίας ᾤκει ܒܡܕܒܪܐ, νῦν δὲ Ἰωάννης τὴν ἔρημον, εἰκότως φησίν· ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου .

---

Severianus Gabalensis, In theophaniam (Ms Mr), ed. Annette von Stockhausen Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg017.local006/.
