# In theophaniam (Ms Mr) 14

Severianus Gabalensis, In theophaniam (Ms Mr), σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-theophaniam-ms-mr/14

ἀπαστράπτει δὲ πάλιν ἡ ἐκκλησία προηγουμένως καὶ διὰ τῶν ἁγίων πατέρων. ἀλλὰ δεῖ τὴν συμμετρίαν ἐπιγινωσκειν· μέτρον γὰρ τοῦ λόγου οὐχ ὁ λέγων, ἀλλ’ ὁ ἀκούων. ἐπειδὴ κεκμήκατε τὰ σώματα τῇ ἀκαμάτῳ προθυμίᾳ, ἀναγκαῖον μετρίσαι τὸν λόγον καὶ ἐνταῦθα στῆσαι καὶ καταλάμπεσθαι τῇ θείᾳ χάριτι· καταλάμπει γὰρ ἡμᾶς σήμερον ἡ ἁγία τριάς, ἡ τῶν πατέρων προεδρία πάσης τῆς ἐκκλησίας, ἡ εὐθηνία· καὶ ὡσπερ τὰ ἀνθηρὰ καὶ εὐβαφῆ τῆς βασιλικῆς ἐσθῆτος ἡλιακὴν ἀκτίνα δεχόμενα πάντα περιαστράπτει τὰ περιέχοντα καὶ τοίχους καὶ ὀρόφους καὶ τοὺς περιεστῶτας ἀνθρώπους καὶ οἷον ἂν εἴη τῆς βαφῆς τὸ κάλλος, τοιαύτην καὶ τὴν τοῦ ἀερὸς εὐχροίαν ἀπεργάζεται ἤτοι χρυσίζουσαν ἢ πράσινον ἢ πορφυροειδῆ ἢ πρός τι ἕτερον ὡραίζεται τοῖς ἀνθοβάφοις ἡ τέχνη, οὕτως δὴ καὶ ἡ ἐκκλησία ποτὲ μὲν δέχεται ἀκτίνας προφητικάς, ποτὲ δὲ ἀποστολικῆς, ποτὲ δὲ τῆς εὐαγγελικῆς χάριτος τὴν ἐνέργειαν , ὥστε στῆναι αὐτὴν κατὰ τὴν προφητικὴν φωνὴν τὴν ποικίλοις κάλλεσιν διαλάμπουσαν κατὰ τὸ παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. τί δὴ τὸ παρέστη ; ἵνα ἀληθεύσῃ Παῦλος λέγων· παρέστησεν ἑαυτῷ ἐνδόξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων. γένοιτο δὲ ἡμᾶς ᾄδειν, ἀδελφοί, πάντοτε καταλαμπομένους τῷ παναγίῳ θεῷ δόξαν ἀναπέμπειν, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

---

Severianus Gabalensis, In theophaniam (Ms Mr), ed. Annette von Stockhausen Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg017.local006/.
