# In theophaniam (Ms Mr) 9

Severianus Gabalensis, In theophaniam (Ms Mr), σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-theophaniam-ms-mr/9

ἀλλ’ ὅρα τὸ θαυμαστόν· ἡ φωνὴ αὕτη τοὺς οὐρανοὺς ἔσισεν καὶ αἱρετικοὺς οὐκ ἐφόβησεν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε . ἐπειδὴ προέλαβεν ὁ νόμος κηρύττων καὶ προφῆται εὐαγγελιζόμενοι, ἵνα μή τις τῇ προτέρᾳ καταστάσει τῆς Ἰουδαϊκῆς λατρείας ἑπόμενος τὸν ζυγὸν τῆς εὐαγγελικῆς χάριτος, ἡ θεία φωνὴ διέκρινεν τὸ οἰκετικὸν ἀπὸ τῶν δεσποτικῶν ἀξιωμάτων. αὐτοῦ ἀκούετε , δηλονότι τοῦ Χριστοῦ. πλήρωμα γὰρ νόμου Χριστός , πλήρωμα τῶν ἀγαθῶν Ἰησοῦς . εἰ γὰρ καὶ προέλαβον ἐν τῷ νόμῳ τῷ μωσαϊκῷ αἱ εὐλογίαι, ἀλλ’ οὐκ ἦσαν ἐντελεῖς ἐκδεχόμεναι τὸν κύριον ἡμῶν, περὶ οὗ φησιν Παῦλος· πλήρωμα νόμου Χριστός . κἂν θέλῃς, ἐκ πράγματος ἐναργοῦς σοι παραστήσω τὴν ἀλήθειαν ἔγγυον τῶν εἰρημένων· πρόσεχε ἀκριβῶς· κελεύει Μωϋσῆς ὁ νομοθέτης μερισθῆναι τὰς δώδεκα φυλὰς τοῦ ἰσραὴλ καὶ τὰς μὲν ἓξ φυλὰς εἰς τὸ ὅρος ἀνάγει τὸ Γηβάλ, τὰς δὲ ἑτέρας ἓξ εἰς τὸ Γαριζὶν ὄρος καὶ κελεύει μὲν ταύτας εὐλογεῖν, ἐκείνας δὲ καταρᾶσθαι , εὐλογεῖν μὲν τοὺς κατορθοῦντας τὸν νόμον, καταράσθαι δὲ τοὺς παραβαίνοντας. τί οὖν; ἐπὶ μὲν τῶν κατάρων ἁπασῶν ἦν ἐπαγόμενον ἐπισφράγισμα· ἐροῦσι γάρ, φησίν, οἱ Λευΐται ἐπικατάρατος ὁ ἐγκαταλιμπάνων τὸν νόμον, καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. ἐπικατάρατος ὁ δουλεύων θεοῖς ἀλλοτρίοις καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. καὶ ἐφ’ ἑκάστῆς ἐντολῆς ἐπέκειτο τὸ ἀμὴν τοῖς παραβαίνουσιν ἐπὶ τῆς κατάρας, ἐπὶ δὲ τῆς εὐλογίας ἐροῦσιν, φησίν, οἱ Λευΐται· εὐλογημένος ὁ φυλάττων τὸν νόμον κυρίου, εὐλογημένος ἐν ἀγρῷ, εὐλογημένος ἐν πόλει , · καὶ οὐδαμοῦ τὸ ἀμὴν ἐν οὐδεμιᾷ τῶν εὐλογιῶν. τί οὖν αἱ κατάραι λαμβάνουσι τὸ ἐπισφράγισμα, αἱ δὲ εὐλογίαι οὐ δέχονται τὴν σφραγῖδα; τί βούλεται τὸ σύνθημα; τί ἑρμηνεύει τὸ αἴνιγμα; ὡς ἂν οἷος τε ὦ, πειράσομαι διελθεῖν τῷ ὑμετέρῳ πόθῳ πτερούμενος· τῶν ἀποφάσεων ἦν πληρωτὴς ὁ νόμος, τῶν δὲ εὐλογιῶν βεβαιωτὴς ὁ Ἰησοῦς. ἐπειδὴ δὲ ἔδει τὰ μὲν τοῦ νόμου ἴδια διαδοθῆναι τῷ νόμῳ, τὰ δὲ τῆς εὐαγγελικῆς χάριτος φυλαχθῆναι τῇ χάριτι, ἔμειναν αἱ εὐλογίαι τὴν τοῦ ἀμὴν προσθήκην τὸ λεπτον ἐπιζητοῦσαι .

---

Severianus Gabalensis, In theophaniam (Ms Mr), ed. Annette von Stockhausen Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg017.local006/.
