# Quomodo animam acceperit Adamus (Ms Aa) 2

Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/quomodo-animam-acceperit-adamus-ms-aa/2

Τί οὖν; ἵνα τῆς προκειμένης ἐπαγγελίας ἁψώμεθα; ὅτε ὁ θεὸς ἐποίησε τὴν οἰκουμένην, καὶ διεκόσμησεν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ τὴν γῆν ὁμοίως διεποίκιλε ποταμοῖς καὶ πηγαῖς διεζωσμένην, ἄνθεσι καὶ φυτοῖς ἐστεφανωμένην καὶ θάλασσαν μὲν ἀπετείχισε, σύμπασαν δὲ τὴν εὐπρέπειαν τῷδε τῷ κόσμῳ περιέθηκεν, ὡς πολλάκις ἔφθην εἰπών. ἐδημιούργησε καὶ ἔπλασε τοῦ κόσμου τούτου χειροτονητὸν δεσπότην· πλάττει δὲ αὐτὸν οὐχ ὁμοίως τοῖς ἄλλοις. Τὰ μὲν γὰρ τετράποδα καὶ τὰ θηρία καὶ τὰ κτήνη λόγῳ μόνῳ κελεύσας ἀπὸ γῆς προσέφερεν· Ἐξαγαγέτω ἡ γῆ τετράποδα, ἑρπετὰ καὶ θηρία. Τὰ δοῦλα λόγῳ καλεῖται, τὸ δὲ πλάσμα τῆς θείας εἰκόνος χειρὶ διαπλάττεται, οὐχ ὅτι θεοῦ χείρ ἐστι καὶ μέλος τοιοῦτον, ἀλλὰ βουληθεὶς τὸ τίμιον παραστῆσαι τῶν πλαττομένων, εἰσάγει θεοῦ χεῖρα δημιουργοῦσαν. Τὰ μὲν γὰρ οἰκτρὰ τῶν ἔργων ἐπιτάττοντες ποιοῦμεν, τὰ δὲ ποθεινὰ δι’ αὐτῶν τῶν χειρῶν ἀναλαμβάνομεν. Διὰ τοῦτό φησιν ἡ γραφή· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. ἔλαβε χοῦν, οὐ βῶλον, οὐ παχυτάτην γῆν, ἀλλὰ λεπτότατον χοῦν. Ὅρα πῶς ἐξ αὐτῶν τῶν προοιμίων ἡ ἐλπὶς ἐπάγη τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ ἔμελλεν εἰς χοῦν ἀναλύεσθαι κατὰ τὸ εἰρημένον· Καὶ εἰς χοῦν θανάτου κατήγαγές με , ἵνα μή τις τὸν ἐν τοῖς τάφοις χοῦν θεασάμενος, ἀπαγορεύσῃ τὴν ἐλπίδα τῶν ἀνθρώπων, ἐν αὐτῇ τῇ δημιουργίᾳ ἔπηξε τὴν ἐλπίδα τῆς ἀναστάσεως. Διό φησιν ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. Ἐκεῖ χοῦς καὶ ὧδε χοῦς· ἐκεῖνος τῇ δυνάμει τοῦ τεχνίτου μετεποιήθη καὶ οὗτος τῇ σοφίᾳ τοῦ δημιουργοῦ μετεβάλλετο. Ἔλαβε χοῦν καὶ ἔπλασεν .

---

Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg004.local022/.
