# Diegemata kai ethopoiiai 539.5-540.11

Severus Rhetor, Diegemata kai ethopoiiai, 539.5 to 540.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severus-rhetor-2/diegemata-kai-ethopoiiai/539.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/severus-rhetor-2/diegemata-kai-ethopoiiai/539.5

ΗΘΟΠΟΙΙΑΙ. 1. Τινὰς ἂν εἴποι λόγους Αἰσχύνης, εὐρὼν παρὰ Δημοσθένει εἰκόνα Φιλίππου. Εὐγε τῆς δίκης, οὐκ ἐώσης διὰ παντὸς λανθάνειν τρόπον πονηρευόμενον· κηρὸς τὴν προδοσίαν, οὐ κατήγορος ἠλέγξεν. εὑρήται Δημοσθένους καινότερον τιμῶν τοὺς ἐχθροὺς, οὐ μόνον φαινομένους τοῖς σώμασιν, ἀλλὰ καὶ γραφομένους τοῖς χρώμασι. μόνος ἐδίδει φιλόπολις ὁ παρ’ ἡμῖν εἰσαγαγὼν τὸν πολέμιον, μόνος ὀνομάζετο μισοφίλιππος, ὁ σύνοικον ἑαυτῷ ποιησάμενος Φίλιππον· ὡ προδοσίας ὑπερβολῆς, κηρῶ θεραπεύει τὸν ἐρωτα, καὶ θεώμενος χαίρει τὸν οὐ φαινομένον· προσφθέγγεται τὸν οὐκ εἰδότα πυνθάνεσθαι, θεραπεύειν ἐθέλει καὶ οὐκ αἰσθανόμενον Φίλιππον· προσκυνεῖ τὸν ἐχθρὸν ἐν μόνῃ σκιᾷ σχηματίζοντος τὴν ἀλήθειαν· τί οὖν ἄρα συμφωνεῖ τούτῳ τῇ διανοίᾳ τὰ ῥήματα; πολλοῦ γε καὶ δεῖ. ὁπότε ἦν ἐκκλησίας καιρὸς, Δημοσθένης ἐν μέσῳ πολέμιον καὶ ἀπασιν θεοῖς ἐχθρὸν ὀνομάζων τὸν Φίλιππον, ἅπαντας μᾶλλον ἐχθροὺς ὑπειληφὼς διὰ τὸν Φίλιππον, εὐπρεπεῖ λοιδορήματι γνώμης ὑποκλέπτον τὰ πονηρέματα, καὶ βεβιασμένη γλώττῃ κατηγορῶν, ἐνίοτε δὲ προσκυνῶν καὶ τὸ εἴκωλον, ἔγραψεν οἷκαδε Φίλιππον. καὶ προδοσίας Αἰσχίνης ἐκρίνετο, καὶ Δημοσθένης ἐθαυμάζετο. 218 Τίνας ἂν εἴποι λόγους Αἰσχίνης ἐν τῇ φυγῇ Δημοσθένους διδόντος αὐτῷ ἐφόδιον. Μετὰ πάθος Δημοσθένης ἐλεεὶν οἶδας τοὺς δυστυχήσοντας· μετὰ πάθος σπένδη πρὸς τὸν πολέμιον, οἰκτείρη φυγὴν ἧς γέγονας αἴτιος· κατὰ φίλον πράττεις ὁ τὰ δυσμενῶν ἐνδειζάμενος. τί μὴ ταῦτα παρὰ τὸ δι- ter conceptus. Gal. τίνας ἂν εἴποι λ. Ἀ. ἡνίκα φεύγοντα καταλαβὼν Δημοσθένης καὶ φιλοφρονησάμενος παρεγγύα φέρειν τὸ συμβεβηκὸς γενναίως.

---

Severus Rhetor, Diegemata kai ethopoiiai. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003897.
