# Adversus mathematicos 101-4-104

Sextus Empiricus, Adversus mathematicos, 101 to 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/101-4

καὶ ἄλλως· πᾶν τὸ καταλαμβανόμεδὲ ἀνθρώπῳ, φασίν, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον· ἐάν τε δὲ σῶμα ἐὰν τε καὶ ἀσώματον, οὐ χωρὶς τῆς τῶν ἀριθμῶν θμῶν ἐννοίας καταλαμβάνεται, τὸ μὲν σῶμα, ἐπεὶ τριχῆ διαστατὸν καθεστὼς τὸν τρία ἀριθμὸν ὑπαγορεύει. ἐπεὶ δὲ τῶν σωμάτων τὰ μέν ἐστιν ἐκ συναπτομένων ὡς πλοῖα καὶ ἀλύσεις καὶ πυργίσκοι, τὰ δὲ ἐξ ἡνωμένων, ἅπερ ὑπὸ μιᾶς ἕξεως συνέχεται, ὧς φυτὰ καὶ ζῷα, τὰ δὲ ἐκ διεστώτων ὡς χοροὶ καὶ στρατιαὶ καὶ ποῖμναι· — ἀλλ’ ἐάν τε ἐκ συναπτομένων ἐάν τε ἐξ ἡνωμένων ἐάν τε ἐκ διεστώτων, ἀριθμοὺς ἔχει παρόσον ἐκ πλειόνων συνέστηκεν. ἔτι τῶν σωμάτων τά μὲν ἐν ἁπλαῖς κεῖται ποιότησι τὰ δὲ ἐν ἀθρόαις, καθάπερ τὸ μῆλον· καὶ γὰρ ποιὸν ἔχει χρῶμα πρὸς ὅρασιν καὶ χυλὸν πρὸς γεῦσιν καὶ ὀσμὴν πρὸς ὅσφρησιν καὶ λειότητα πρὸς ἁφήν· ἃ δὴ τῆς τῶν ἀριθμῶν ἐστὶ φύσεως. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἀσωμάτων ἐστὶ λόγος, εἴγε καὶ χρόνος ἀσώματος ὢν ἀριθμῷ λαμβάνεται, ὥς ἐστι συμφανὲς ἀπὸ ἐνιαυτῶν τε καὶ μηνῶν καὶ ἡμερῶν καὶ ὡρῶν. ὡσαύτως δὲ καὶ ἡ στιγμὴ καὶ γραμμὴ καὶ ἐπιφάνεια, καὶ τἄλλα περὶ ὧν καὶ μικρῷ πρότερον διελέχθημεν, ἀνάγοντες καὶ τὰς τούτων νοήσεις εἰς ἀριθμούς.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
