# Adversus mathematicos 102-7-105

Sextus Empiricus, Adversus mathematicos, 102 to 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/102-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/102-7
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:102-7-105

ἄλλως τε· εἰ ἔστι τι περὶ οἶ διαγωνίζεται ταῦτα τὰ ζῷα μέχρι θανάτου, τοῦτο οὐκ ἄλλο τί ἐστιν ἤ τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι. ἔσθ’ ὅτε δὲ τὸ νικᾶσθαι καὶ τὸ ὑποτάσσεσθαι κάλλιόν ἐστιν, ὅπου γε ἑκάτερόν ἐστιν ἀδιάφορον. οὐ τοίνυν φύσει ἀγαθόν ἐστιν, ἀλλ’ ἀδιάφορον τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι. ἄλλως τε· εἰ φαῖεν καὶ τὸν ἀλεκτρυόνα ἤ ταῦρον ἢ ἄλλο τι τῶν ἀλκίμων ζῴων τοῦ καλοῦ ἐφίεσθαι, πόθεν ὅτι καὶ ὁ ἄνθρωπος τοῦ αὐτοῦ στοχάζεται; οὐ γὰρ ἐν τῷ ἐκεῖνα δεῖξαι τούτου προνοούμενα καὶ ὁ ἄνθρωπος τοιοῦτος ὢν δέδεικται, ἐπεί τοι εἰ, ὅτι τινὰ τῶν ζῴων ἄλκιμά κιμά ἐστι καὶ καταφρονητικὰ μὲν τοῦ ἡδέος, κατεξαναστατικὰ δὲ τῶν ἀλγηδόνων, λέγεται καὶ ὁ ἄνθρωπος προνοεῖσθαι τοῦ καλοῦ, ἐπεὶ τὰ πολλὰ λίχνα ἐστὶ καὶ γαστρὸς ἥττονα, τοὔμπαλιν ἐροῦμεν καὶ τὸν ἄνθρωπον τοῦ ἡδέος μᾶλλον ἀντιποιεῖσθαι. εἰ δὲ λέγοιεν εἶναι μέν τινα ζῷα φιλήδονα, τὸν δ’ ἄνθρωπον μὴ πάντως τοιοῦτον ὑπάρχειν, ἀναστρέψαντες καὶ ἡμεῖς ἐροῦμεν, οὐκ εἰ τινα τῶν ζῴων κατὰ φυσικὸν λόγον μεταδιώκει τὸ καλόν, εὐθέως καὶ ὁ ἄνθρωπος τοῦ αὐτοῦ στοχάζεται τέλους.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
