# Adversus mathematicos 106-4-109

Sextus Empiricus, Adversus mathematicos, 106 to 109. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/106-4

ὅθεν καὶ τὰ λοιπὰ τούτῳ συνέχεται, δάνεια μαρτυρίαι ψῆφοι συγγραφαὶ χρόνοι περίοδοι. καὶ καθόλου τῶν ἀμηχάνων ἐστὶν εὑρεῖν τι κατὰ τὸν βίον ἀμοιροῦν τούτου. πᾶσά γε μὴν τέχνη οὐ χωρὶς ἀναλογίας συνέστη, ἀναλογία δ᾿ ἐν ἀριθμῷ κεῖται· πᾶσα ἄρα τέχνη δι᾿ ἀριθμοῦ συνέστη. Ῥόδιοι γοῦν, ὡς φασίν, ἐπύθοντο Χάρητος τοῦ ἀρχιτἐκτονος πόσον δαπανηθήσεται χρῆμα πρὸς κατασκευὴν τοῦ κολοσσοῦ. ὁρίσαντος δὲ αὐτοῦ τι, πάλιν ἐπηρώτων πόσον δέ, εἰ θέλοιεν διπλασίονα κατὰ μέγεθος αὐτὸν κατασκευἀσαι. τοῦ δὲ τὸ διπλάσιον αἰτήσαντος οἱ μὲν ἔδοσαν, ὁ δ᾿ εἰς τὰς ἀρχὰς καὶ τὰ προκεντήματα δαπανήσας τὸ δοθὲν ἑαυτὸν ἀνεῖλεν. θανόντος δὲ αὐτοῦ συνεῖδον οἱ τεχνῖται ὡς οὐ διπλάσιον ἐχρῆν ἀλλ᾿ ὀκταπλάσιον αἰτῆσαι· οὐ γὰρ μῆκος μόνον ἀλλὰ πᾶσαν διάστασιν ὤφειλε μεγεθοποιεῖν τοῦ δημιουργήματος. ὥστε ἀναλογία τις ἔστιν ἐν πλαστικῇ, ὁμοίως δὲ καὶ ἐν ζωγραφίᾳ, δι᾿ ἣν ὁμοιότης κατ᾿ ἀπαραλλαξίαν κατορθοῦται. κοινῷ τε λόγῳ πᾶσα τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων (Stoic. fr. I 73 Arn.), τὸ δὲ σύστημα ἀριθμός. τοίνυν ὑγιὲς τὸ ἀριθμῷ δέ τε πάντ᾿ ἐπέοικεν, τουτέστι τῷ κρίνοντι λόγῳ καὶ ὁμοιογενεῖ τοῖς τὰ πάντα συνεστακόσιν ἀριθμοῖς.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
