# Adversus mathematicos 107-2-110

Sextus Empiricus, Adversus mathematicos, 107 to 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/107-2

εἰ γὰρ μηδὲν ὁ λόγος, οὐδὲ ἡ ἀπόδειξις ἔστι, ποιὸς λόγος οὖσα οὐδὲν δέ γέ ἐστι λόγος, ὡς παρεστήσαμεν, διὰ τὸ μήτε ἐν φωναῖς μήτε ἐν ἀσωμάτοις λεκτοῖς ἔχειν τὴν ὑπόστασιν. οὐδὲ ἀπόδειξις ἄρα ἔστιν. ἄλλως τε, εἰ ἔστιν, ἤτοι ἐναργὴς καθέστηκεν ἢ ἄδηλος. οὔτε δέ ἐναργής ἐστιν· ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος, παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχά- νοντος. λείπεται ἄρα ἄδηλον αὐτὴν εἶναι. ἀλλʼ εἰ τοῦτο, ἤτοι αὐτόθεν ληφθήσεται ἢ ἐξ ἀποδείξεως. οὔτε δέ αὐ- τόθεν ληπτή ἐστιν (ἄδηλος γὰρ ἦν, τὸ δὲ ἄδηλον αὐτόθεν λαμβανόμενον ἄπιστον) οὔτε ἐξ ἀποδείξεως διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν οὐκ ἄρα τίς ἐστιν ἀπόδειξις. μὴ οὔσης δὲ γενικῆς ἀποδείξεως οὐδέ εἰδική τις ἔσται ἀπόδειξις, ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν· γενικὴ δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν· τοίνυν οὐδέ ἄλλη τις γενήσεται τῶν ἐπʼ εἴδους. ἐπεὶ γὰρ ἄδηλός ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆ- ναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀπο- δείξεως.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
