# Adversus mathematicos 107-3-112

Sextus Empiricus, Adversus mathematicos, 107 to 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/107-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/107-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:107-3-112

δυνάμει δὲ τὸν αὐτὸν τῷ Ζήνωνι (fr. 110 Arn.) λόγον ἐξέθετο· καὶ γὰρ οὗτος τὸ πᾶν κάλλιστον εἶναί φησι, κατὰ φύσιν ἀπειργασμένον ἔργον καὶ κατὰ τὸν εἰκότα λόγον, ζῷον ἔμψυχον νοερόν τε καὶ λογικόν. Ἀλλ’ ὅ γε Ἀλεξῖνος τῷ Ζήνωνι παρέβαλε τρόπῳ τῷδε· “τὸ ποιητικὸν τοῦ μὴ ποιητικοῦ καὶ τὸ γραμματικὸν τοῦ μὴ γραμματικοῦ κρεῖττόν ἐστι, καὶ τὸ κατὰ τἀς ἄλλας τέχνας θεωρούμενον κρεῖττόν ἐστι τοῦ μὴ τοιούτου· οὐδὲ ἕν δὲ κόσμου κρεῖττόν ἐστιν· ποιητικὸν ἄρα καὶ γραμματικόν ἐστιν ὁ κόσμος.” πρὸς ἣν ἀπαντῶντες παραβολὴν οἱ Στωικοί φασιν, ὅτι Ζήνων καθάπαξ κρεῖττον εἴληφεν, τουτέστι τὸ λογικὸν τοῦ μὴ λογικοῦ καὶ τὸ νοερὸν τοῦ μὴ νοεροῦ καὶ τὸ ἔμψυχον τοῦ μὴ ἐμψύχου, ὁ δὲ Ἀλεξῖνος οὐκέτι· οὐ γὰρ ἐν τῷ καθάπαξ τὸ ποιητικὸν τοῦ μὴ ποιητικοῦ καὶ τὸ γραμματικὸν τοῦ μὴ γραμματικοῦ ματικοῦ κρεῖττον. ὥστε μεγάλην ἐν τοῖς λόγοις θεωρεῖσθαι διαφοράν· ἰδοὺ γὰρ Ἀρχίλοχος ποιητικὸς ὢν οὐκ ἔστι Σωκράτους τοῦ μὴ ποιητικοῦ κρείττων, καὶ Ἀρίσταρχος γραμματικὸς ὢν οὐκ ἔστι Πλάτωνος τοῦ μὴ γραμματικοῦ κρείττων. Πρὸς τούτοις καὶ ἀπὸ τῆς τοῦ κόσμου κινήσεως ἐπιχειροῦσι κατασκευάζειν τὴν τῶν θεῶν ὕπαρξιν οἴ τε ἀπὸ τῆς Στοᾶς (fr. II 1016 Arn.) καὶ οἱ τούτοις συμπνέοντες. ὅτι γὰρ κινεῖται ὁ κόσμος, πᾶς ἄν τις ὁμολογήσειεν ὑπὸ πολλῶν εἰς τοῦτο ἐναγόμενος. ἤτοι οὖν ὑπὸ φύσεως κινεῖται ἢ ὑπὸ προαιρέσεως ἢ ὑπὸ δίνης καὶ κατ’ ἀνάγκην. ἀλλ’ ὑπὸ μὲν δίνης καὶ κατ’ ἀνάγκην οὐκ εὔλογον. ἤτοι γὰρ ἄτακτός ἐστιν ἢ διατεταγμένη ἡ δίνη. καὶ εἰ μὲν ἄτακτος, οὐκ ἂν δυνηθείη τεταγμένως τι κινεῖν· εἰ δὲ μετὰ τάξεως τι κινεῖ καὶ συμφωνίας, θεία τις ἔσται καὶ δαιμόνιος·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
