# Adversus mathematicos 107-4-111

Sextus Empiricus, Adversus mathematicos, 107 to 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/107-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/107-4
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:107-4-111

ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, ἀλλ’ ἐν τῷ δευτέρῳ, πάλιν οὐ μετέρχεται, ἀλλὰ μετελήλυθεν ἤδη· τῶν γὰρ ἀμηχάνων ἐστὶ καὶ τῶν ἀνεπινοήτων τὸ μετελθεῖν τι ἐξ ἐκείνου τοῦ τόπου τοῦ ἐν ᾧ μὴ ἔστιν. ὥστε κἂν τοιαύτην ἔχωμεν τοῦ κινουμένου νόησιν, μένει οὐδὲν ἧττον ἡ ἀρχῆθεν ἀπορία. Καὶ μὴν οἱ λέγοντες διχῶς καλεῖσθαι τὸν τόπον, ἐν πλάτει τε καὶ κατ’ ἀκρίβειαν, διὰ δὲ τοῦτο καὶ τὴν κίνησιν ἐν τῷ κατὰ πλάτος νοουμένῳ τόπω δύνασθαι συμβαίνειν, οὐ πρὸς νοῦν ὑπαντῶσιν. προηγεῖται γὰρ τοῦ κατὰ πλάτος νοουμένου τόπου ὁ κατ’ ἀκρίβειαν, καὶ ἀδὐ- νατόν ἐστιν ἐν τῷ κατὰ πλάτος τόπω κινηθῆναί τι μὴ προκινηθὲν ἐν τῷ κατ’ ἀκρίβειαν· ὧς γὰρ οὗτος περιεκτικός ἐστι τοῦ κινουμένου σώματος, οὕτως ὁ κατὰ πλάτος τόπος σὺν τῷ κινουμένῳ σώματι καὶ τὸν κατ’ ἀκρίβειαν τόπον περιέσχηκεν. καθάπερ οὖν οὐδεὶς δύναται ἐν σταδιαίῳ κινεῖσθαι διαστήματι μὴ προκινηθεὶς ἐν τῷ πηχυαίῳ διαστήματι, ὧδε τῶν ἀδυνάτων ἐστὶν ἐν τῷ κατὰ πλάτος τόπῳ κινεῖσθαι μὴ κινούμενον ἐν τῷ κατ’ ἀκρίβειαν. ἠρώτηκε δὲ ὁ Διόδωρος τὸν ἐκκείμενον λόγον κατὰ τῆς κινήσεως τοῦ κατ’ ἀκρίβειαν ἐχόμενος τόπου· τοίνυν ἀναιρουμένης ἐπὶ τούτου τῆς κινήσεως οὐθεὶς ἀπολείπεται λόγος ἐπὶ τοῦ κατὰ πλάτος τόπου. Τὸ μὲν γὰρ μοχθηρὸν εἶναι τὸν λόγον φάσκειν διὰ τὸ ἀπὸ διεζευγμένου ἄρχεσθαι καὶ τοῦτο ψευδοποιεῖν τὸ διεζευγμένον τελέως ἐστὶ ληρῶδες. κατ’ ἀκολουθίαν γὰρ γέγονε τὰ τῆς ἐρωτήσεως, καὶ δύναμιν ἔχει τοιαύτην· ‟εἰ κινεῖταί τι, κατὰ τὸν ἕτερον τῶν προειρημένων τρόπων ὀφείλει κινεῖσθαι· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον.” εἰ γὰρ ὄντος τοῦ πρώτου ἔστι τὸ δεύτερον, τοῦ δευτέρου μὴ ὄντος οὐδὲ τὸ πρῶτον ἔσται. ὅπερ καὶ κατὰ τἀς αὐτῶν τῶν διαλεκτικῶν ὑποθέσεις ὑγιές ἐστιν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
