# Adversus mathematicos 11-6-14

Sextus Empiricus, Adversus mathematicos, 11 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/11-6

εἴ ποτε ἀποδημοῖεν καὶ μακρὸν πλοῦν στέλλοιντο, ὡς πιστοτάτους φύλακας καὶ σωφρονιστῆρας τῶν γυναικῶν αὑτῶν ἀπο- λείπειν τοὺς μουσικούς. Κλυταιμνήστρᾳ γέ τοι παρῆν ἀοιδός, ᾧ πολλὰ ἐπέτελλεν Ἀγαμέμνων περὶ τῆς κατὰ ταύτην σωφροσύνης. ἀλλʼ ὁ Αἴγισθος πανοῦργος ὢν αὐ- τίκα τὸν ἀοιδὸν τοῦτον (γ 270) ἄγων εἰς νῆσον ἐρήμην κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι εἶθ᾿ οὕτως ἀφύλακτον λαβὼν τὴν Κλυταιμνήστραν διέ- φθειρεν, προτρεψάμενος αὐτὴν ἐπιθέσθαι τῇ ἀρχῇ τοῦ Ἀγαμέμνονος. οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, κα- θάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σω- κράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ τού- τῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ἀψιμαθῆ μᾶλλον | ἢ ἀμαθῆ διαβάλλεσθαι. οὐ χρὴ μέντοι, φασίν, ἀπὸ τῆς νῦν ἐπιτρίπτου καὶ κατεαγυίας μουσικῆς τὴν πα- λαιὰν διασύρειν, ὅτε καὶ Ἀθηναῖοι πολλὴν πρόνοιαν σω- ψροσύνης ποιούμενοι καὶ τὴν σεμνότητα τῆς γε μουσικῆς κατειληφότες ὡς ἀναγκαιότατον αὐτὴν μάθημα τοῖς ἐκ- γόνοις παρεδίδοσαν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
