# Adversus mathematicos 120-2-122

Sextus Empiricus, Adversus mathematicos, 120 to 122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/120-2

τοιαύτης δ’ οὔσης παρὰ τοῖς προγενεστέροις δόξης, ἔοικε καὶ ὁ Ἐμπεδοκλῆς ταύτῃ συμπεριφέρεσθαι, ἕξ τε οὐσῶν τῶν τὰ πάντα συνεστακυιῶν ἀρχῶν λέγειν ἰσάριθμα ταύταις ὑπάρχειν τὰ κριτήρια, δι’ ὧν γέγραφε (B 109 Diels) γαίῃ μὲν γὰρ γαίαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκει· λυγρῷ, ἐμφαίνων ὧς γῆν μὲν καταλαμβανόμεθα μετουσίᾳ γῆς, ὕδωρ δὲ κατὰ μετοχὴν ὕδατος, ἀέρα δὲ μετουσίᾳ τοῦ ἀέρος, καὶ ἐπὶ πυρὸς τὸ ἀνάλογον. ἄλλοι δὲ ἦσαν οἱ λέγοντες κατὰ τὸν Ἐμπεδοκλέα κριτήριον εἷναι τῆς ἀληθείας οὐ τἀς αἰσθήσεις ἀλλὰ τὸν ὀρθὸν λόγον, τοῦ δὲ ὀρθοῦ λόγου τὸν μέν τινα θεῖον ὑπάρχειν τὸν δὲ ἀνθρώπινον· ὧν τὸν μὲν θεῖον ἀνέξοιστον εἶναι, τὸν δὲ ἀνθρώπινον ἐξοιστόν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
