# Adversus mathematicos 125-2

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/125-2

φησὶ γὰρ (B 4 Diels) ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης, ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν. καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα, ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν, πέμπε παρ’ Εὐσεβίης ἐλάουσ’ εὐήνιον ἄρμα· μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνατῶν ἀνελέσθαι ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν δάρσεϊ καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν. ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ, πῇ δῆλον ἕκαστον, μήτε τιν’ ὄψιν ἔχων πίστει πλέον ἢ κατ’ ἀκουήν ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης, μήτε τι τῶν ἄλλων, ὁπόσῃ πόρος ἐστὶ νοῆσαι, γυίων πίστιν ἔρυκε, νόει θ’ ᾗ δῆλον ἕκαστον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
