# Adversus mathematicos 13-7-17

Sextus Empiricus, Adversus mathematicos, 13 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/13-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/13-7
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:13-7-17

῾Ο περὶ θεῶν λόγος πάνυ ἀναγκαιότατος εἶναι δοκεῖ τοῖς δογματικῶς φιλοσοφοῦσιν. ἐντεῦθεν (fr. Stoic. II 36 Arn.) τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ὅθεν ἐὰν παραστήσωμεν ἡμεῖς ἠπορημένην τὴν περὶ θεῶν ζήτησιν, δυνάμει ἐσόμεθα κατεσκευακότες τὸ μήτε τὴν σοφίαν ἐπιστήμην εἶναι θείων καὶ ἀνθρωπίνων πραγμάτων μήτε τὴν φιλοσοφίαν ἐπιτήδευσιν σοφίας. Ἔνιοι τοίνυν ἔφασαν τοὺς πρώτους τῶν ἀνθρώπων προστάντας καὶ τὸ συμφέρον τῷ βίῳ σκεψαμένους, πάνυ συνετοὺς ὄντας, ἀναπλάσαι τὴν περί τε τῶν θεῶν ὑπόνοιαν καὶ τὴν περὶ τῶν ἐν Ἅιδου μυθευομένων δόξαν. θηριώδους γὰρ καὶ ἀτάκτου γεγονότος τοῦ πάλαι βίου (ἦν γὰρ χρόνος, ὥς φησιν ὁ Ὀρφεύς (fr. 247 Abel), ἡνίκα φῶτες ἀπ’ ἀλλήλων βίον εἶχον σαρκοδακῆ, κρείττων δὲ τὸν ἥττονα φῶτ’ ἐδάιζεν) ἐπισχεῖν βουλόμενοι τοὺς ἀδικοῦντας πρῶτον μὲν νόμους ἔθεντο πρὸς τὸ τοὺς φανερῶς ἀδικοῦντας κολάζεσθαι, μετὰ δὲ τοῦτο καὶ θεοὺς ἀνέπλασαν ἐπόπτας πάντων τῶν ἀνθρωπίνων ἁμαρτημάτων τε καὶ κατορθωμάτων, ἵνα μηδὲ κρύφα τολμῶσί τινες ἀδικεῖν, πεπεισμένοι, ὅτι οἱ θεοὶ (Hesiod. op. 134.258) ἠέρα ἑσσάμενοι πάντῃ φοιτῶσιν ἐπ’ αἶαν, ἀνθρώπων ὕβρεις τε καὶ εὐνομίας ἐφορῶντες. Εὐήμερος (fr. 1 Νémethy) δὲ ὁ ἐπικληθεὶς ἄθεος ‟ὅτ᾿ ἦν ἄτακτος ἀνθρώπων βίος, οἱ περιγενόμενοι τῶν ἄλλων ἰσχύι τε καὶ συνέσει ὥστε πρὸς τὰ ὐπ’ αὐτῶν κελευόμενα πάντας βιοῦν σπουδάζοντες μείζονος θαυμασμοῦ καἲ σεμνότητος τυχεῖν, ἀνέπλασαν περὶ αὐτοὺς ὑπερβάλλουσάν τινα καὶ θείαν δύναμιν, ἔνθεν καὶ τοῖς πολλοῖς ἐνομίσθησαν θεοί”.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
