# Adversus mathematicos 133-3-138

Sextus Empiricus, Adversus mathematicos, 133 to 138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/133-3

πρὸς τούτοις, εἰ ἐν φωνῇ ἔστιν, ἤτοι ἐν σημαινούσῃ ἢ ἐν μὴ σημαινούσῃ. ἀλλ’ ἐν μὲν τῇ μὴ σημαινούσῃ τι, οἷον τῇ βλίτυρι καὶ τῇ σκινδαψός, οὐκ ἂν εἴη [τι]· πῶς γὰρ τοῦ μὴ πράγματος οἷόν τέ ἐστιν ὧς ἀληθοῦς ἀντιλαμβάνεσθαι; λείπεται ἄρα λέγειν ἐν τῇ σημαινούσῃ. ὃ δὴ πάλιν ἐστὶν ἀδύνατον· οὐδεμία γὰρ φωνὴ ὧς φωνὴ σημαντική ἐστιν, ἐπεὶ ἐχρῆν πάντας τοὺς ἀντιλαμβανομένους φωνῆς Ἕλληνας καὶ βαρβάρους ἀντιλαμβάνεσθαι καὶ τοῦ σημαινομένου ὐπ’ αὐτῆς. ὥστε οὐδὲ κατὰ τοῦτο ἐν φωνῇ θετέον τἀληθές. τῶν τε φωνῶν αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ σύνθετοι, ἁπλαῖ μὲν οἷον ἡ ‘‘Δίων”, σύνθετοι δὲ ὥσπερ ἡ “Δίων Δίων περιπατεῖ”. εἰ οὖν ἐν φωνῇ ἔστι τἀληθές, ἤτοι ἐν ἁπλῇ ἔστιν ἢ ἐν συνθέτῳ. ἀλλ’ ἐν μὲν ἁπλῇ καὶ ἀσυνθέτῳ οὐκ ἔστιν· ἀξίωμα γὰρ εἶναι δεῖ τἀληθές, καὶ οὐδὲν ἀξίωμα ἀσύνθετον. ἐν συνθέτῳ δὲ οὐκ ἂν εἴη διὰ τὸ μηδεμίαν σύνθετον ὑφεστάναι λέξιν, οἶον τὴν Δίων ἔστιν ὅτε γὰρ λέγομεν τὴν Δίων , οὔπω λέγομεν τὴν ‘‘ἔστιν”, καὶ ὅτε ταύτην προφερόμεθα, οὐκέτ’ ἐκείνην λέγομεν. ὥστ’ οὐδ’ ἐν φωνῇ τἀληθές. Καὶ μὴν οὐδ’ ἐν τῷ κινήματι τῆς διανοίας, ὧς ὑπενόησάν τινες. εἰ γὰρ ἐν τῷ κινήματι τῆς διανοίας ἐστὶ τἀληθές, οὐδὲν ἔσται τῶν ἐκτὸς ἀληθές· τὸ γὰρ κίνημα τῆς διανοίας ἐστὶν ἐν ἡμῖν καὶ οὐκ ἐκτός. ἄτοπον δέ γε τὸ λέγειν μηδὲν εἶναι τῶν ἐκτὸς ἀληθές· ἄτοπον ἄρα καὶ τὸ ἐν τῷ κινήματι τῆς διανοίας ἀπολείπειν τἀληθές. τῶν τε κινημάτων τῆς διανοίας ἰδίων ὄντων ἑκάστου οὐδὲν ἔσται κοινὸν ἀληθές, μηδενὸς δὲ ὄντος κοινοῦ τινος ἀληθοῦς πάντ’ ἔσται ἀσαφῆ καὶ διάφωνα· ὃ γὰρ ἔχει οὗτος ἀληθές (τουτέστι τὸ κίνημα τῆς διανοίας), τοῦθ' ἕτερος οὐκ ἔχει, καὶ ἀναστρόφως, ὃ ἐκεῖνος ἔχει, τοῦθ’ οὗτος οὐκ εἴληφεν. ἄτοπον δὲ τὸ μηδὲν εἷναι λέγειν συμφώνως ἀληθές·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
