# Adversus mathematicos 134-3-137

Sextus Empiricus, Adversus mathematicos, 134 to 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/134-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/134-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:134-3-137

ἀπαντῶν δὲ πρὸς τὴν παραβολὴν Διογενὴς ὁ Βαβυλώνιος (fr. 32 Arn.) τὸ δεύτερόν φησι λῆμμα τοῦ Ζήνωνος λόγου τοιοῦτον εἶναι τῇ δυνάμει· “τοὺς δὲ μὴ πεφυκότας εἶναι οὐκ ἄν τις εὐλόγως τιμῴη” τοιούτου γὰρ λαμβανομένου δῆλον ὧς πεφύκασιν εἶναι θεοί. εἰ δὲ τοῦτο, καὶ εἰσὶν ἤδη. εἰ γὰρ ἅπαξ ποτὲ ἦσαν, καὶ νῦν εἰσίν, ὥσπερ εἰ ἄτομοι ἦσαν, καὶ νῦν εἰσίν· ἄφθαρτα γὰρ καὶ ἀγένητα τὰ τοιαῦτά ἐστι κατὰ τὴν ἔννοιαν τῶν σωμάτων. διὸ καὶ κατὰ ἀκόλουθον ἐπιφορὰν συνάξει ὁ λόγος. οἱ δέ γε σοφοὶ οὐκ ἐπεὶ πεφύκασιν εἶναι, ἤδη καὶ εἰσίν. ἄλλοι δέ φασι τὸ πρῶτον λῆμμα τοῦ Ζήνωνος, τὸ ‘‘τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη”, ἀμφίβολον εἶναι· ‘ὲν μὲν γὰρ σημαίνει ‘‘τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη”, ἕτερον δὲ ‘‘τιμητικῶς ἔχοι”. λαμβάνεσθαι δὲ τὸ πρῶτον, ὅπερ ψεῦδος ἔσται ἐπὶ τῶν σοφῶν. Οἱ μὲν οὖν κομιζόμενοι λόγοι παρά τε τοῖς Στωικοῖς καὶ παρὰ τοῖς ἀπὸ τῶν ἄλλων αἱρέσεων εἰς τὸ ὑπάρχειν θεοὺς τοιοῦτοί τινές εἰσι κατὰ τὸν χαρακτῆρα· ὅτι δὲ οὐ λείπονται τούτων ἕνεκα τῆς περὶ τὸ πείθειν ἰσοσθενείας καὶ οἱ τὸ μὴ εἶναι θεοὺς διδάσκοντες, παρακειμένως ὑποδεικτέον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
