# Adversus mathematicos 134-4-139

Sextus Empiricus, Adversus mathematicos, 134 to 139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/134-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/134-4
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:134-4-139

τὸ δὲ φάναι τόδε μὲν μὴ δεῖν διώκειν ὧς ταπεινόν, ἐπὶ τόδε δ’ ἐπείγεσθαι ὧς λαμπρότερον, ἀνδρῶν ἦν οὐκ ἀπολυόντων τὴν ταραχήν, ἀλλὰ μεταγωγὴν ταύτης ποιουμένων· ὡς γὰρ τὸ πρῶτον διώκων τις ὠχλεῖτο, οὕτω καὶ τὸ δεύτερον διώκων ὀχληθήσεται, ὥστε νόσον ἀντὶ νόσου ποιεῖν τὸν τοῦ φιλοσόφου λόγον, γον, ἐπείπερ τὸν ἐπὶ πλοῦτον ἢ δόξαν ἢ ὑγείαν ὧς ἀγαθὸν ὁρμῶντα ἀποστρέφων εἰς τὸ μὴ ταῦτα διώκειν ἀλλὰ τὸ καλόν, εἰ τύχοι, καὶ τὴν ἀρετήν, οὐκ ἐλευθεροῖ τῆς διώξεως, ἀλλ’ ἐφ’ ἑτέραν μετατίθησι δίωξιν. ὧς οὖν ὁ ἰατρὸς ἀναιρῶν μὲν πλευρῖτιν, ποιῶν δὲ περιπνευμονίαν, ἤ ἀνασκευάζων μὲν φρενῖτιν, ἀντεισάγων δὲ λήθαργον, οὐκ ἀπαλλάττει τὸν κίνδυνον ἀλλ’ ἐναλλάττει, οὕτω καὶ ὁ φιλόσοφος ἑτέραν ταραχὴν ἀνθ’ ἑτέρας εἰσηγούμενος οὐ βοηθεῖ τῷ ταραττομένῳ. οὐδὲ γὰρ ἔνεστι λέγειν, ὅτι ἡ μὲν ἀντεισαγομένη ταραχὴ μέτριός ἐστιν, ἡ δὲ ἀναιρουμένη σφοδροτέρα. οἴαν γὰρ εἶχε δόξαν ὁ ταραττόμενος περὶ τοὐ πρότερον διωκομένου, τοιαύτην ἔχει καὶ περὶ τοῦ δευτέρου· ἐδόξαζε δὲ τό γε πρῶτον ὡς ἀγαθόν, καὶ διὰ τοῦτο ἐπ’ αὐτὸ ἔσπευδεν· τοίνυν καὶ τὸ δεύτερον ἀγαθὸν εἶναι δοξάζων καὶ ἐπ’ ἴσης ἐπ’ αὐτὸ σπεύδων τὴν ἴσην ἕξει ταραχήν, τάχα δὲ καὶ σφοδροτέραν, ὅσῳ μεταπέπεισται εἰς τὸ μείζονος ἀξίας εἶναι τὸ νῦν ὐπ’ αὐτοῦ διωκόμενον. οὐκοῦν εἰ ἕτερον ἀνθ’ ἑτέρου ὁ φιλόσοφος παρασκευάζοι τὸν ὀχλούμενον διώκειν, οὐκ ἀπολύσει τῆς ὀχλήσεως. εἰ δ’ ἀπλῶς διδάσκει, <ὅτι> τουτὶ μὲν ὀλιγωφεἐκεῖνον λές ἐστι, πλείονας δ’ ἔχει τἀς ὀχλήσεις, <τουτὶ δὲ λὲς καθεστὼς ὀλίγας ἔχει τὰς ὀχλήσεις> σύγκρισιν ποιῶν αἱρέσεως καὶ φυγῆς πρὸς ἑτέραν αἵρεσιν καὶ φυγήν, καὶ οὐκ ἀναίρεσιν τῆς ταραχῆς· ὅπερ ἄτοπον. ὁ γὰρ ὀχλούμενος οὐ βούλεται μαθεῖν, τί μᾶλλον ὀχλεῖ καὶ τί ἦττον, ἀλλ’ ἀπαλλαγῆναι τῆς ὀχλήσεως πεπόθηκεν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
