# Adversus mathematicos 14-3-21

Sextus Empiricus, Adversus mathematicos, 14 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/14-3

οὐ μὴν ἀλλὰ καὶ ἑκάστου τούτων τῶν κέντρων τὸ μὲν προάγον ζῴδιον ἀπόκλιμα καλοῦσι, τὸ δὲ ἑπόμενον ἐπ- αναφοράν. ἤδη δὲ τὸ μέν προαναφερόμενον τοῦ ὡροσκο- ποῦντος ζῳδίου, ἐν τῷ φανερῷ ὄν, κακοῦ δαίμονός φασιν εἶναι, τὸ δὲ μετὰ τοῦτο, ἑπόμενον δὲ τῷ μεσουρανοῦντι, ἀγαθοῦ δαίμονος, τὸ δὲ προάγον τοῦ μεσουρανοῦντος κά- τω μερίδα καὶ μονομοιρίαν καὶ θεόν, τὸ δὲ ἐρχόμενον ἐπὶ τὴν δύσιν ἀργὸν ζῴδιον καὶ ἀρχὴν θανάτου, τὸ δὲ μετὰ τὴν δύσιν ἐν τῷ ἀφανεῖ ποινὴν καὶ κακὴν τύχην, ὅπερ καὶ διάμετρόν ἐστι τῷ κακῷ δαίμονι, τὸ δὲ ἐρχό- μενον ὑπὸ γῆν ἀγαθὴν τύχην, διάμετρον τῷ ἀγαθῷ δαί- μονι, τὸ δὲ ἀποχωροῦν ἀπὸ τοῦ ἀντιμεσουρανήματος ὡς ἐπʼ ἀνατολὴν θεάν, διάμετρον τῷ θεῷ, τὸ δὲ ἐπιφερόμε- νον τῷ ὡροσκόπῳ ἀργόν, ὅ πάλιν διάμετρόν ἐστι τῷ ἀργῷ. ἤ ἵνα συντομώτερον φῶμεν, τοῦ ὡροσκοποῦντος ζῳδίου τὸ μὲν ἀπόκλιμα καλεῖται κακὸς δαίμων, ἡ δʼ ἐπαναφορὰ ἀργόν· ὡσαύτως τοῦ μεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεός, ἡ δʼ ἐπαναφορὰ ἀγαθὸς δαίμων· κατὰ τὰ αὐτὰ δὲ καὶ τοῦ ἀντιμεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεά, ἡ δὲ ἐπαναφορὰ ἀγαθὴ τύχη· ὁμοίως τοῦ δύνοντος τὸ μὲν ἀπόκλιμα κακὴ τύχη, ἡ δὲ ἐπαναφορὰ ἀργόν. ταῦτα δʼ οἴονται οὐ παρέργως ἐξετάζειν οὐ γὰρ τὴν αὐτὴν δύνα- μιν ἔχειν ἡγοῦνται τοὺς ἀστέρας πρὸς τὸ κακοποιεῖν μὴ ἐπί τε τῶν κέντρων θεωρουμένους καὶ ἐπὶ ταῖς ἀναφο- ραῖς ἢ τοῖς ἀποκλίμασιν, ἀλλʼ ὅπου μέν ἐνεργεστέραν ὅπου δὲ ἀπρακτοτέραν. ἦσαν δέ τινες τῶν Χαλδαίων οἱ καὶ ἕκαστον μέρος τοῦ ἀνθρωπείου σώματος ἑκάστῳ τῶν ζῳδίων ἀνατιθέντες ὡς συμπαθοῦν κριὸν μὲν γὰρ κε- φαλὴν ὀνομάζουσι, ταῦρον δὲ τράχηλον, διδύμους δὲ ὤμους, καρκίνον δὲ στέρνον, λέοντα δὲ πλευράς, παρθέ- νον δὲ γλουτούς, ζυγὸν δὲ λαγόνας,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
