# Adversus mathematicos 144-3-148

Sextus Empiricus, Adversus mathematicos, 144 to 148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/144-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/144-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:144-3-148

Ἔστι δὲ καὶ ἐπὶ μιᾶς αἰσθήσεως τιθέναι τὸν λόγον, οἶον τῆς ὁράσεως. εἰ γὰρ ἔστι τὸ θεῖον, ζῷόν ἐστιν. εἰ <δὲ>ζῷόν ἐστιν, ὁρᾷ ὅλος] (Xenophan. B 24 Diels)· οὖλος γὰρ ὁρᾷ, οὖλος δὲ νοεῖ, οὖλος δέ τ’ ἀκούει. εἰ δὲ ὁρᾷ, καὶ λευκὰ ὁρᾷ καὶ μέλανα. ἀλλ’ ἐπεὶ λευκὸν μέν ἐστι τὸ διακριτικὸν ὄψεως, μέλαν δὲ τὸ συγχυτικὸν ὄψεως, διακρίνεται τὴν ὄψιν καὶ συγχεῖται ὁ θεός. εἰ δὲ διακρίσεως καὶ συγχύσεως ἐστι δεκτικός, καὶ φθορᾶς ἔσται δεκτικός. τοίνυν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δέ γε φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν. Καὶ μὴν ἡ αἴσθησις ἑτεροίωσίς τις ἐστίν· ἀμήχανον γὰρ τὸ δι’ αἰσθήσεως τινος ἀντιλαμβανόμενον μὴ ἑτεροιοῦσθαι, ἀλλὰ οὕτω διακεῖσθαι, ὧς πρὸ τῆς ἀντιλήψεως διέκειτο. εἰ οὑν αἰσθάνεται ὁ θεός, καὶ ἑτεροιοῦται· εἰ δὲ ἑτεροιοῦται, ἑτεροιώσεως δεκτικός ἐστι καὶ μεταβολῆς· δεκτικὸς δὲ ὢν μεταβολῆς πάντως καὶ τῆς ἐπὶ τὸ χείρον’ μεταβολῆς ἔσται δεκτικός. εἰ δὲ τοῦτο, καὶ φθαρτός ἐστιν. ἄτοπον δέ γε τὸ λέγειν τὸν θεὸν φθαρτὸν ὑπάρχειν· ἄτοπον ἄρα καὶ τὸ ἀξιοῦν εἶναι τοῦτον. Πρὸς τούτοις· εἰ ἔστι τι θεῖον, ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. καὶ ἄπειρον μὲν οὐκ ἂν εἴη, ἐπεὶ καὶ ἀκίνητον ἂν εἴη καὶ ἄψυχον. εἰ γὰρ κινεῖται τὸ ἄπειρον, τόπον ἐκ τόπου μετέρχεται· τόπον δὲ ἐκ τόπου μετερχόμενον ἐν τόπῳ ἐστίν, ἐν τόπῳ δὲ ὂν πεπέρασται. εἰ ἄρα ἐστί τι ἄπειρον, ἀκίνητόν ἐστιν· ἢ εἴπερ κινεῖται, οὐκ ἔστιν ἄπειρον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
