# Adversus mathematicos 144-146

Sextus Empiricus, Adversus mathematicos, 144 to 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/144

ἀλλὰ τὸ μὲν πρῶτον οὐκ ἂν εἴποιεν. πόθεν γὰρ γραμματικῇ παχύτητι διαγινώσκειν πότερον φύσει ἢ θέσει τὰ ὀνόματα, ἢ τίνα μὲν οὕτως τίνα δὲ ἐκείνως; ὅτε οὐδὲ τοῖς ἐπʼ ἄκρον ἥκουσι φυσιολογίας εὐμαρὲς εἰπεῖν διὰ τὰς ἑκατέρωθεν ἰσολογίας. ἄλλως τε καὶ ἰσχυρὸς ἀντικάθηται τούτῳ λόγος, πρὸς ὅν οὐδʼ εἰ καταπέλτην ὑπομένοιεν, φοασίν, οἱ γραμματικοὶ δυνήσονταί τι συνιδεῖν ἱκνούμενον. εἴπερ γὰρ φύσει τὰ ὀνόματα ἧν καὶ μὴ τῇ καθʼ ἕκαστον θέσει ἐσήμαινεν, ἐχρῆν πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων καὶ βαρβάρους βαρβάρων. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα φύσει σημαίνει τὰ ὀνόματα. ὥστε τοῦτο μὲν οὐκ ἐροῦσιν εἰ δʼ ὅτι φυσικῶς διαδείκνυσιν ἕκαστον ὄνομα ὅτι ἀρρενικόν ἐστιν ἢ θηλυκὸν ἢ οὐδέτερον, φασὶ τὰ μέν τοιάδε τὰ δὲ τοιαῦτα τυγχάνειν, ἴστωσαν λειότε- ρον αὑτοῖς τρίβοντες τὸν κλοιόν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
