# Adversus mathematicos 148-150

Sextus Empiricus, Adversus mathematicos, 148 to 150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/148

τὰ δὲ αὐτὰ ὀνόματα οὐ πᾶσίν ἐστι τὰ αὐτά, ἀλλὰ τοῖς μὲν ἀρρενικὰ τοῖς δὲ θηλυκὰ τοῖς δὲ οὐ- δέτερα· οἷον θηναῖοι μὲν τὴν στάμμινον λέγουσι θηλυ- κῶς, Πελοποννήσιοι δὲ τὸν στάμνον ἀρρενικῶς, καὶ οἱ μέν τὴν θόλον οἱ δέ τὸν θόλον, καὶ οἱ μὲν τὴν βῶλον οἱ δὲ τὸν βῶλον, καὶ οὐ διὰ τοῦτο οὖτοι ἢ ἐκεῖνοι λέγονται ἁμαρτάνειν· ἕκαστος γάρ, ὡς τεθεμάτικεν, οὕτω χρῆταμι. καὶ οἱ αὐτοὶ δὲ διαφόρως ταὐτὰ ὁτέ μέν ἀρρενικῶς ἐκ- φέρουσιν ὁτὲ δὲ θηλυκῶς, λέγοντες τὸν λιμόν καὶ τὴν λι- μόν. οὐκ ἄρα φύσει τῶν ὀνομάτων τὰ μέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ἀλλὰ κατὰ θεματισμὸν τὰ μέν τοιαῦτα γίνε- ται τὰ δὲ τοιαῦτα. καὶ μὴν εἶπερ φύσει τῶν ὀνομάτων ἦν τὰ μιέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ὧφε〈ι〉λον αἱ ἀρρενικαὶ φύσεις ἀεί ποτε ἀρρενικοῖς ὀνόμασι προσαγορεύεσθαι καὶ αἱ θηλυκαὶ θηλυκοῖς καὶ αἱ μήτε ἀρρενικαὶ φύσεις μήτε [αἱ] θηλυκαὶ οὐδετέρως.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
