# Adversus mathematicos 151-2-155

Sextus Empiricus, Adversus mathematicos, 151 to 155. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/151-2

διττῆς οὖν οὔσης διαφορᾶς τῶν σημείου δεομένων πραγμάτων διττὸν ἀνεφάνη καὶ τὸ σημεῖον, τὸ μέν τι ὑπομνηστικόν, ὅπερ μάλιστα ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων φαίνεται χρησιμεῦον, τὸ δὲ ἐνδεικτικόν, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἀξιοῦται παραλαμβάνε- σθαι. καὶ δὴ τὸ μὲν ὑπομνηστικὸν συμπαρατηρηθὲν τῷ σημειωτῷ δι’ ἐναργείας, ἅμα τῷ ὑποπεσεῖν ἐκείνου ἐδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ, νῦν δὲ ἐναργῶς μὴ προσπίπτοντος, ὡς ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός· ταῦτα γὰρ πολλάκις ἀλλήλοις συνεζευγμένα παρατηρήσαντες ἄμα τῷ τὸ ἕτερον ἰδεῖν, τουτέστι τὸν καπνόν, ἀνανεούμεθα τὸ λοιπόν, τουτέστι τὸ μὴ βλεπόμενον πῦρ. ὁ <δ᾿> αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῷ ἕλκει ἐπιγινομένης οὐλῆς καὶ ἐπὶ τῆς τοῦ θανάτου προηγουμένης καρδίας τρώσεως· οὐλήν τε γὰρ ἰδόντες προηγησάμενον ἕλκος ἀνανεούμεθα, καρδίας τε τρῶσιν θεασάμενοι μέλλοντα θάνατον προγινώσκομεν. ἀλλὰ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τοιαύτην εἶχε τὴν ἰδιότητα, τὸ δὲ ἐνδεικτικὸν διέφερε τούτου. οὐκέτι γὰρ καὶ αὐτὸ συμπαρατήρησιν τῷ σημειωτῷ ἐπιδέχεται (ἀρχῆθεν γὰρ ὐνυπόπτωτόν ἐστι τὸ φύσει ἄδηλον πρᾶγμα, καὶ διὰ τοῦτο οὐ δύναταί τῶν φαινομένων συμπαρατηρηθῆναι), ἀλλ’ ἄντικρυς ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς μόνον οὐχὶ φωνὴν ἀφιὲν λέγεται σημαίνειν τὸ οὗ ἐστιν ἐνδεικτικόν. οἷον ἡ ψυχὴ τῶν φύσει ἀδήλων ἐστὶ πραγμάτων. οὐδὲποτε γὰρ ὑπὸ τὴν ἡμετέραν πέφυκε πίπτειν ἐνάργειαν. τοιαύτη δὲ οὖσα ἐκ τῶν περὶ τὸ σῶμα κινήσεων δνδεικτιχῶς μηνύεται· λογιζόμεθα γὰρ ὅτι δύναμίς τις ἐνδεδυκυῖα τῷ σώματι τοιαύτας αὐτῷ κινήσεις ἐνδίδωσιν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
