# Adversus mathematicos 16-3-18

Sextus Empiricus, Adversus mathematicos, 16 to 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/16-3

ἀποδείξεως, ζητηθήσεται πάλιν πῶς ὅτι καὶ τοῦτο ἀληθές ἐστι, καὶ οὕτως εἰς ἄπειρον. ἐπεὶ οὖν ἵνα μάθωμεν ὅτι ἔστι τι ἀληθές, δεῖ ἄπειρα προληφθῆναι, ἀδύνατον δ’ ἔστιν ἄπειρα ληφθῆναι, ἀδύνατον γίνεται τὸ βεβαίως γνῶναι ὅτι ἔστι τι ἀληθές. Καὶ μὴν εἰ ἔστι τι ἀληθές. ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον ἢ κατὰ μέν τι φαινόμενον, κατὰ δέ τι ἄδηλον. οὔτε δὲ φαινόμενόν ἐστιν, ὧς παραστήσομεν, οὔτε ἄδηλον, ὡς δείξομεν, οὔτε κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ὡς παραμυθησόμεθα· οὐκ ἄρα ἔστι <τι> ἀληθές. εἰ γὰρ φαινόμενόν ἐστιν, ἤτοι πᾶν φαινόμενον ἀληθές ἐστιν ἤ τι φαινόμενον ἀληθές ἐστιν. ἀλλὰ πᾶν μὲν φαινόμενον οὐκ ἔστιν ἀληθές· οὐδὲ γὰρ τὸ καθ’ ὕπνους ἢ τὸ κατὰ μανίαν προσπῖπτον ἐστὶν ἀληθές, ἐπεὶ δεήσει, τῶν φαινομένων πολλὴν ἐχόντων μάχην, ὁμολογεῖν τὰ μαχόμενα συνυπάρχειν καὶ ἐπ’ ἴσης ἀληθῆ καθεστάναι· ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐ πᾶν φαινόμενόν ἐστιν ἀληθές.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
