# Adversus mathematicos 168-2-172

Sextus Empiricus, Adversus mathematicos, 168 to 172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/168-2

καὶ μὴν οὐδὲ συγκαταλαμβάνεται διὰ τὴν μικρῷ πρόσθεν εἰρημένην αἰτίαν· τὰ γὰρ συγκαταλαμβανόμενα ἀλλήλοις οὐ δέεται τῆς ἐξ ἀλλήλων μηνύσεως, ἀλλ’ ὑφ’ ὲν ἐξ αὐτῶν προσπίπτει, καὶ διὰ τοῦτο οὔτε τὸ σημεῖον λέγοιτ’ ἂν εἷναι σημεῖον οὔτε τὸ σημειωτὸν ἔτι ὑπάρχειν σημειωτόν. καταλείπεται οὖν λέγειν, ὅτι προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ. ὃ πάλιν εἰς τοὺς αὐτοὺς ἐλέγχους κυλίεται. πρότερον γὰρ ὀφείλουσιν οἱ δογματικοὶ δεῖξαι, ὅτι οὐ τῶν πρός τι ἐστὶ τὸ σημεῖον ἢ ὅτι οὐ συγκαταλαμβάνεται ἀλλήλοις τὰ πρός τι, εἶτα τότε καὶ παρ’ ἡμῶν λαμβάνειν τὸ δύνασθαι τοῦ σημειωτοῦ προκαταλαμβάνεσθαι τὸ σημεῖον. ἀμετακινήτων δὲ ὄντων τῶν πρώτων οὐχ οἶόν τέ ἐστι τὴν προκατάληψιν τῷ σημείῳ μαρτυρεῖν ἐκ τοῦ γένους ὄντι τῶν πρός τι καὶ ὀφείλοντι συγκαταλαμβάνεσθαι τῷ οὗ ἐστι σημεῖον. ἀλλ’ εἴπερ, ἔνα καταληφθῇ τὸ σημεῖον, δεῖ ἢ προκαταλαμβάνεσθαι αὐτὸ τοῦ σημειωτοῦ ἡ συγκαταλαμβάνεσθαι τούτῳ ἢ ἐπικαταλαμβάνεσθαι, δέδεικται δὲ μηδὲν τούτων δυνατόν, ῥητέον [οὖν] εἷναι τὸ σημεῖον. Ἔτι ἐκ τῆς αὐτῆς δυνάμεως ἄλλον λόγον συνερωτῶσί τινες τοὺς δογματικούς, οὕτως ἔχοντα. εἴπερ ἔστι τι ἐνδεικτικόν δεικτικόν τινος σημεῖον, ἤτοι φαινόμενον φαινομένου σημεῖόν ἐστιν ἢ ἀφανὲς ἀφανοῦς ἢ φαινόμενον ἀφανοῦς ἢ ἀφανὲς φαινομένου· οὔτε δὲ φαινόμενον φαινομένου σημεῖόν ἐστιν οὔτε ἀφανοῦς ἀφανὲς οὔτε φαινόμενον ἀφανοῦς οὔτε δὲ ἐναλλάξ· οὐκ ἄρα ἔστι τι σημεῖον. καὶ ὁ μὲν λόγος τοιοῦτος, πρόδηλος δὲ καὶ ἡ τούτου κατασκευή ἐστιν. καὶ προδηλοτέρα μᾶλλον γενήσεται ὑποδειξάντων ἡμῶν τὴν κομιζομένην πρὸς αὐτὸν ὑπὸ τῶν δογματικῶν ἔνστασιν. φασὶ γὰρ μόνον τἀς δύο συγχωρεῖσθαι συζυγίας, περὶ δὲ τῶν λειπομένων δυεῖν διίστασθαι πρὸς ἡμᾶς.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
