# Adversus mathematicos 189-3-193

Sextus Empiricus, Adversus mathematicos, 189 to 193. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/189-3

πάλιν εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἐχρῆν, ὥσπερ τὸ πῦρ αἰσθητὸν ὂν πάντας τοὺς καίεσθαι δυναμένους καίει καὶ ἡ χιὼν αἰσθητὴ καθεστηκυῖα πάντας τοὺς ψύχεσθαι δυναμένους ψύχει, ὧδε καὶ αὐτό, εἴπερ ἐκ τῶν αἰσθητῶν ἐστι, πάντας [ὤφειλεν] ἐπὶ τὸ αὐτὸ ἄγειν σημειωτόν. οὐκ ἄγει δέ γε· οὐκ ἄρα αἰσθητόν ἐστιν. πρὸς τούτ’ ὄις· εἴπερ αἰσθητόν ἐστι τὸ σημεῖον, ἤτοι καταληπτά ἐστιν ἡμῖν τὰ ἄδηλα ἢ ἀκατάληπτα. εἰ μὲν οὖν ἀκατάληπτα ἡμῖν ἐστιν, οἴχεται τὸ σημεῖον· δυεῖν γὰρ ὄντων πραγμάτων, τῶν μὲν ἐναργῶν, τῶν δὲ ἀδήλων, εἰ μήτε τὸ ἐναργὲς ἔχει σημεῖον διὰ τὸ αὐτοφώρατον εἶναι μήτε τὰ ἄδηλα διὰ τὸ ἀκατάληπτα τυγχάνειν, οὐδέν ἐστι σημεῖον. εἰ δὲ καταληπτά, πάλιν ἐχρῆν, ἐπεὶ αἰσθητόν ἐστι τὸ σημεῖον, τὸ δὲ αἰσθητὸν ἐπ’ ἴσης πάντας κινεῖ, πᾶσι τὰ ἄδηλα καταλαμβάνεσθαι. ἀλλ’ οἱ μέν φασιν αὐτὰ μὴ καταλαμβάνεσθαι, ὥσπερ οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ καὶ οἱ τῆς σκέψεως φιλόσοφοι, οἱ δὲ καταλαμβάνεσθαι μέν, οὐχ ὁμοίως δέ. οὐκ ἄρα αἰσθητόν ἐστι τὸ σημεῖον. Ναί, φασίν, ἀλλ’ ὧς τὸ πῦρ αἰσθητὸν καθεστὼς παρὰ τὰς διαφορὰς τῶν ὑποκειμένων Ὑλῶν διαφερούσας ὑποφαίνει δυνάμεις, καὶ πρὸς μὲν κηρῷ τήκει, πρὸς δὲ πηλῷ πήσσει, πρὸς δὲ ξύλῳ καίει, τὸν αὐτὸν τρόπον εἰκός ἐστι καὶ τὸ σημεῖον αἰσθητὸν ὑπάρχον παρὰ τὰς διαφορὰς τῶν ἀντιλαμβανομένων αὐτοῦ διαφόρων εἶναι πραγμάτων μηντικόν. καὶ οὐ παράδοξον, ὅτι καὶ ἐπὶ τῶν ὑπομνηστικῶν σημείων θεωρεῖται οὕτω γιγνόμενον· ὁ γὰρ ἀνατεινόμενος πυρσὸς τισὶ <μὲν> πολεμίων ἔφοδον σημαίνει, τισὶ δὲ φίλων ἄφιξιν δηλοῖ, καὶ ὁ τοῦ κώδωνος ψόφος οἶς μὲν ὄψου πράσεως ἐστι <σημεῖον> οἷς δὲ τοῦ δεῖν ῥαίνειν ὁδούς. καὶ τὸ ἐνδεικτικὸν ἄρα σημεῖον δυνήσεται φύσιν αἰσθητὴν ἔχον ἄλλων καὶ ἄλλων εἶναι μηνυτικόν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
