# Adversus mathematicos 196-201

Sextus Empiricus, Adversus mathematicos, 196 to 201. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/196

τοῦτο δὲ γίνεται ἀπὸ ἀναλογίας. τοίνυν, ὡς ἔφην, οὐ ταύτῃ χρη- στέον ἀλλὰ τῇ συνηθεία. Μήποτε δὲ καὶ περιτρέπονται, καὶ ἐάν 〈τε〉 θελήσωσιν ἐάν τε καὶ μή, ἀναγκασθήσονται χρῆσθαι μέν τῇ συνη- θείᾳ παραπέμπειν δὲ τὴν ἀναλογίαν. σκοπῶμεν δʼ ἐντεῦ- θεν τὸ λεγόμενον, τουτέστιν ἐκ τῆς πρὸς αὐτοὺς ἀκολου- θίας. ζητουμένου γὰρ τοῦ πῶς δεῖ λέγειν, χρῆσθαι ἢ χρᾶσθαι, φασὶν ὅτι χρᾶσθαι, καὶ ἀπαιτούμενοι τούτου τὴν πίστιν λέγουσιν, ὅτι χρῆσις καὶ κτῆσις ἀνάλογά ἐστιν· ὡς οὗν κτᾶσθαι μέν λέγεται, κτῆσθαι δὲ οὐ λέγεται, οὕτω καὶ χρᾶσθαι μέν ῥηθήσεται, χρῆσθαι δέ οὐ πάντως. ἀλλʼ εἰ ἐπακολουθῶν τις αὐτοῖς πύθοιτο αὐτὸ δέ τοῦτο τὸ κτᾶσθαι ὅτι ὀρθῶς εἴρηται, ἀφʼ οὖ καὶ τὸ χρᾶσθαι ἀπο- δείκνυμεν, πόθεν ἴσμεν;ʼ φήσουσιν ὅτι ἐν τῇ συνηθεία λέ- γεται. τοῦτο δὲ λέγοντες δώσουσι τὸ τῇ συνηθείᾳ δεῖν ὡς κριτηρίῳ προσέχειν, ἀλλὰ μὴ τῇ ἀναλογίρ. εἰ γὰρ ὅτι ἐν τῇ συνηθείᾳ λέγεται κτᾶσθαι, ῥητέον καὶ χρᾶσθαι, ὀφείλομεν παρέντες τὴν ἀναλογικὴν τέχιην ἐπὶ τὴν συν- ήθειαν ἀναδραμεῖν, ἀφʼ ἧς κἀκείνη ἤρτηται. Καὶ μὴν ἡ ἀναλογία ὁμοίων πολλῶν ὀνομάτων ἐστὶ παράθεσις, τὰ δέ ὀνόματα ταῦτα ἐκ τῆς συνηθείας, ὥστε καὶ ἡ σύστασις τῆς ἀναλογίας ἀπὸ τῆς συνηθείας πρόει- σιν. τούτου δέ οὕτως ἔχοντος ἐρωτητέον τρόπῳ τῷδε· ἤτοι ἐγκρίνετε τὴν συνήθειαν ὡς πιστὴν πρὸς διάγνωσιν | ἑλληνισμοῦ ἢ ἐκβάλλετε. εἰ μέν ἐγκρίνετε, αὐτόθεν συν- ῆκται τὸ προκείμενον, καὶ οὐ χρεία τῆς ἀναλογίας· εἰ δέ ἐκβάλλετε, ἐπεὶ καὶ ἡ ἀναλογία ἐκ ταύτης συνίσταται, ἐκβάλλετε καὶ τὴν ἀναλογίαν. καὶ πάλιν, ἄτοπον τὸ αὐτὸ καὶ ὡς πιστὸν προσίεσθου καὶ ὡς ἄπιστον παραιτεῖσθαι. οἱ δέ γραμματικοὶ θέλοντες τὴν συνήθειαν ὡς ἄπιστον ἐκβάλλειν καὶ πάλιν ταύτην ὡς πιστὴν παραλαμβάνειν, τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἵνα γὰρ δεί- ξωσιν ὅτι οὐ διαλεκτέον κατὰ τὴν συνήθειαν, εἰσάγουσι τὴν ἀναλογίαν ἡ δέ ἀναλογία οὐκ ἰσχυροποιεῖται, εἰ μὴ συνήθειαν ἔχοι τὴν βεβαιοῦσαν·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
