# Adversus mathematicos 212-2-216

Sextus Empiricus, Adversus mathematicos, 212 to 216. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/212-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/212-2
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:212-2-216

ὅτι γὰρ καὶ ἀγένητος οὐ δύναται εἶναι, σφόδρα εὐπαραμύθητον. εἰ γὰρ ἀγένητός ἐστι καὶ οὔτε γέγονεν οὔτε γενήσεται, εἶς ἔσται μόνος ὁ ἐνεστὼς χρόνος, καὶ οὔτε ὁ μέλλων ἔτι μέλλων, οὐδὲ τὰ ἐν αὐτῷ πράγματα, οὔτε ὁ παρῳχηκὼς ἔτι παρῳηκώς, οὐδὲ τὰ ἐν αὐτῷ οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδ’ ἀγένητός ἐστιν ὁ χρόνος. καὶ μὴν οὐδὲ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος, ἐπεὶ συντεθήσονται αἱ ἀπορίαι. ὅ τε γὰρ γενητὸς ἢ ἐν ἑαυτῷ γίνεσθαι ὀφείλει ἢ ἐν ἑτέρῳ· ἀλλ’ ἐὰν μὲν ἐν ἑαυτῷ γένηται, προυπάρξει ἑαυτοῦ, ἐὰν δὲ ἐν ἑτέρῳ, οὐκέτι ἐκεῖνος ὁ χρόνος ἔσται, ἀλλὰ καθ’ ὃν γίνεται ἀπολείπων τὴν ἰδίαν τάξιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀγενήτου· εἰ γὰρ ἀγένητός ἐστιν, οὔτε <ὁ> μέλλων ποτὲ ἔσται οὔτε ὁ παρῳχηκώς, ἀλλ’ εἰς μόνος ὁ ἐνεστηκώς. δὲ ταῦτα. λείπεται ἄρα λέγειν, μήτε γενητοῦ ὄντος τοῦ χρόνου μήτε ἀγενήτου μήτε τινὸς μὲν γενητοῦ, τινὸς δὲ ἀγενήτου, μὴ εἶναι χρόνον. Ἐνέσται δὲ τοῦτο ἀπορεῖν καὶ ἀπὸ τῆς οὐσίας, ὡς καὶ ἀπὸ τῆς ἐννοίας προηπόρηται. αὐτίκα γὰρ τῶν δογματικῶν φιλοσόφων φασὶν οἱ μὲν σῶμα εἶναι τὸν χρόνον οἱ δὲ ἀσώματον, καὶ τῶν ἀσώματον φαμένων οἱ μὲν ὡς καθ’ αὐτό τι νοούμενον πρᾶγμα, οἱ δ’ ὡς συμβεβηκὸς ἑτέρῳ. σῶμα μὲν οὖν ἔλεξεν εἶναι τὸν χρόνον Αἰνησίδημος κατὰ τὸν ῾Ηράκλειτον· μὴ διαφέρειν γὰρ αὐτὸν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος. ὅθεν καὶ διὰ τῆς πρώτης εἰσαγωγῆς κατὰ ἐξ πραγμάτων τετάχθαι λέγων τἀς ἁπλᾶς λέξεις, αἵτινες μέρη τοῦ λόγου τυγχάνουσι, τὴν μὲν ‟χρόνος” προσηγορίαν καὶ τὴν ‟μονάς” ἐπὶ τῆς οὐσίας τετάχθαι φησίν, ἥτις ἐστὶ σωματική,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
