# Adversus mathematicos 216-3-221

Sextus Empiricus, Adversus mathematicos, 216 to 221. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/216-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/216-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:216-3-221

λείπεται οὖν ἢ σῶμα ἀσωμάτου λέγειν αἴτιον ἢ ἀνάπαλιν ἀσώματον σώματος. ὅπερ πάλιν τῶν ἀδυνάτων· τό τε γὰρ ποιοῦν θιγεῖν ὀφείλει τῆς πασχούσης ὕλης, ἴνα ποιήσῃ, ἤ τε πάσχουσα ὕλη θιχθῆναι ὀφείλει, ἴνα πάθῃ, τὸ δὲ ἀσώματον οὔτε θιγεῖν οὔτε θιχθῆναι πέφυκεν. τοίνυν οὐδὲ σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματός ἐστιν αἴτιον. ᾧ ἕπεται τὸ μηδὲν ὑπάρχειν αἴτιον· εἰ γὰρ μήτε σῶμα σώματός ἐστιν αἴτιον μήτε ἀσώματον ἀσωμάτου μήτε σῶμα ἀσωμάτου μήτε ἐναλλάξ, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, κατ’ ἀνάγκην οὐδέν ἐστιν αἴτιον. Ἀφελέστερον μὲν οὖν οὕτω τινὲς παραμυθοῦνται τὰ τοῦ ἐκκειμένου λόγου λήμματα· ὁ δὲ Αἰνησίδημος διαφορώτερον ἐπ’ αὐτῶν ἐχρῆτο ταῖς περὶ τῆς γενέσεως ἀπορίαις. τὸ γὰρ σῶμα τοῦ σώματος οὐκ ἂν εἴη αἴτιον, ἐπείπερ ἢ ἀγένητόν ἐστι τὸ τοιοῦτον σῶμα καθάπερ ἡ κατ Ἐπίκουρον ἄτομος, ἢ γενητὸν ὡς ἔθος, καὶ ἢ φανερὸν ὡς σίδηρος καὶ πῦρ, ἤ ἀφανὲς ὧς ἄτομος. ὅ τι δ’ ἂν ᾖ τούτων, οὐδὲν δύναται ποιεῖν. ἤτοι γὰρ καθ’ ἑαυτὸ μένον ἕτερόν τι ποιεῖ ἢ ἑτέρῳ συνελθόν. ἀλλὰ μένον μὲν καθ’ ἑαυτὸ πλεῖον αὐτοῦ καὶ τῆς οἰκείας φύσεως οὐκ ἂν δύναιτό τι ποιεῖν· συνελθὸν δὲ ἑτέρῳ τρίτον οὐκ ἂν δύναιτο ἀποτελεῖν, ὃ μὴ πρότερον ἐν τῷ εἶναι ὑπῆρχεν. οὔτε γὰρ τὸ ἓν γενέσθαι δύο δυνατόν ἐστιν, οὔτε τὰ δύο τρίτον ἀποτελεῖ. εἰ γὰρ τὸ ‘ὲν δύο γενέσθαι δυνατὸν ἦν, καὶ ἑκάτερον τῶν γενομένων ‘ὲν ὂν δύο ἀποτελέσει, καὶ τῶν τεσσάρων ἕκαστον ‘ὲν ὂν δύο ποιήσει, καὶ ὁμοίως τῶν ὀκτὼ ἕκαστον, καὶ οὕτως εἰς ἄπειρον. παντελῶς δέ γε ἄτοπόν ἐστι τὸ ἐξ ἑνὸς ἄπειρα λέγειν γίνεσθαι· ἄτοπον ἄρα καὶ ἐκ τοῦ ἑνὸς λέγειν τι πλεῖον γεννᾶσθαι.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
