# Adversus mathematicos 218-221

Sextus Empiricus, Adversus mathematicos, 218 to 221. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/218

οὐ μρν ἀλλʼ εἴπερ ἄρίστα μέν θρακιστὶ ὁιαλέγεσθαί ψαμεν τὸν ὡς σύνηθές ἐστι ἀἀραξὶ ὁιαλεγόμενον, καὶ κάλ- λιστα ῥωμαιστὶ τὸν ὡς σύνηθες Ῥωμαίοις, ἀκολουθήσει καὶ τὸ ἑλληνιστὶ ὑγιῶς διαλέγεσθαι τὸν ὡς σύνηθες Ἥλλη- σι διαλεγόμενον, ἐὰν τ συνηθεία ἀλλὰ μὴ τ διατάξει κατακολουθῶμεν. τῆ ἄρα συνηθείᾳ, οὐ τ ἀναλογία κατακολουθοῦντες ἑλληνιοῦμεν. καθόλου τε ἤτοι σύμφω- νός ἐστι τ συνηθεία ἡ ἀναλογία δίφωνος. 10αὶ εἰ μέν σύμφωνος, πρῶτον μὲν ὡς ἐκείνη οὐκ ἔστι τεχνική, οὕτως οὐδὲ αὕτη γενήσεται τέχνη· τὸ γὰρ ἀτεχνίᾳ συμφωνοῦν πάντως καὶ αὐτό ἐστιν ἄτεχνον. καὶ ἄλλως, 〈εὶ〉 τὸ κατ’ ἐκείνην ἑλληνικὸν καὶ κατὰ ταύτην ἐκείνῃ συμφωνοῦσαν γενήσεται ἑλληνικόν, καὶ τὸ κατ’ ἐκείνην ἔσται τοιοῦτον. τούτου δʼ οὕτως ἔχοντος οὐ δεησόμεθα τῆς ἀναλογίας πρὸς διάγνωσιν τοῦ ἑλληνισμοῦ, ἔχοντες εἰς τοῦτο τὴν συνήθειαν. εἰ δὲ διάφωνός ἓστιν αὕτη, πάντως ἑτέραν εἰσηγουμένη συνήθειαν παρʼ ἐκείνην καὶ οἱονεὶ βάρβαρον ἀδόκιμος γενήσεται καὶ ὡς προσκοπὴν ἐμποιοῦσα τελέως ἄχρηστος. Ἐπιχειρητέον δὲ καὶ ἀπὸ τῆς συστάσεως τῆς τέχνης αὐτῶν. θέλουσι μέν γὰρ καθολικά τινα θεωρήματα συ- στησάμενοι ἀπὸ τούτων πάντα τὰ κατὰ μέρος κρίνειν ὀνόματα, εἴτε ἑλληνικά ἐστιν εἴτε καὶ μή· οὐ δύνανται δέ [καὶ] τοῦτο ποιεῖν διὰ τὸ μήτε τὸ καθολικὸν αὐτοῖς συγχωρεῖσθαι ὅτι καθολικόν ἐστι, μήτʼ ἄλλως ἀναπτυσσό- μενον τοῦτο τὴν τοῦ καθολικοῦ σώζειν φύσιν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
