# Adversus mathematicos 22-24

Sextus Empiricus, Adversus mathematicos, 22 to 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/22

ἐπεὶ κατὰ σύνοδον πολλῶν ἰδιωμάτων νοεῖται, ἡ δέ πλειόνων ἐπισύνθεσις οὐχ ἁπλῆς τινος καὶ ἀλόγου αἰσθήσεώς ἐστιν ἔργον ἀλλὰ λογικῆς διανοίας [εἰ δὲ λογικῆς διανοίας], οὐκ ἔσται τῶν αἰσθητῶν τὸ σῶμα. κἂν αἰσθητὸν δὲ[ πάλιν ]αὐτὸ ὑποθώμεθα, πάλιν ἐστὶν ἀδίδακτον. τὸ γὰρ αἰσθητὸν πάλιν, ᾖ αἰσθητόν ἐστιν, οὐ διδάσκεται· οὐδεὶς γὰρ λευ- κὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐδὲ θερμοῦ ἅπτεσθαι, οὐκ εὐώδους ὀσφραίνεσθαι, ἀλλʼ ἔστι ταῦτα τῶν ἀδιδάκτων καὶ φυσικῶς ἡμῖν προσόντων. λείπεται οὖν νοητόν τε λέγειν τὸ σῶμα καὶ ταύτῃ διδακτόν. ὅπως δʼ ἂν ἀληθὲς εἴη, σκοπῶμεν. εἴ γὰρ μήτε μῆκός ἐστι κατ’ ἰδίαν τὸ σῶμα μήτε πλάτος ἢ βάθος, τὸ δέ ἐξ ἀπάντων νοούμενον, ἀνάγκη πάντων ἀσωμάτων ὄντων καὶ τὸ ἐξ αὐτῶν συστὰν ἀσώματον νοεῖν καὶ οὐ σῶμα, διὰ δέ τοῦτο καὶ ἀδίδακτον,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
