# Adversus mathematicos 222-4-224

Sextus Empiricus, Adversus mathematicos, 222 to 224. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/222-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/222-4
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:222-4-224

τὰ δ’ αὐτὰ κἂν ἀξιῷ τις ἐκ τῶν ἡσσόνων κατὰ σύνοδον πλείονα ἀποτελεῖσθαι· εἰ γὰρ τὸ ὲν τῷ ἑνὶ συνελθὸν τρίτον ποιεῖ, καὶ τὸ τρίτον προσγενόμενον τοῖς δυσὶ τέταρτον ἀποτελέσει, καὶ τὸ τέταρτον προσγενόμενον τοῖς τρισὶ πέμπτον ἀποτελέσει, καὶ οὕτω πάλιν εἰς ἄπειρον. οὐκοῦν σῶμα μὲν σώματος οὐκ ἔστιν αἴτιον. καὶ μὴν οὐδὲ ἀσώματον ἀσωμάτου διὰ τὰς αὐτὰς αἰτίας· οὔτε γὰρ ἐξ ἑνὸς οὔτε ἐκ πλειόνων ἢ ἑνὸς γένοιτ’ ἂν τι πλεῖον. καὶ ἄλλως· ἀναφὴς φύσις καθεστὼς τὸ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν δύναται. ὥστε οὐδὲ ἀσώματον ἀσωμάτου ποιητικόν ἐστιν. οὕτως δὲ οὐδὲ τὸ ἐναλλάξ, τουτέστι σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματος. τό τε γὰρ σῶμα οὐκ ἔχει ἐν αὑτῷ τὴν τοῦ ἀσωμάτου φύσιν, τὸ τε ἀσώματον οὐκ ἐμπεριεῖχε τὴν τοῦ σώματος φύσιν. διόπερ οὐδέτερον ἐξ οὐδετέρου συστῆναι δυνατόν ἐστιν,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
