# Adversus mathematicos 225-5-228

Sextus Empiricus, Adversus mathematicos, 225 to 228. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/225-5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/225-5
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:225-5-228

καὶ ἄλλως· εἰ τὸ σῶμα μήτε αἰσθητόν ἐστι μήτε νοητόν ἐστιν, οὐ διδάσκεται τὸ σῶμα. δεῖ γὰρ τὸ διδασκόμενον ἢ αἰσθητὸν εἶναι ἢ νοητόν, μηθέτερον δὲ ὂν οὐ διδάσκεται. τὸ δ’ ὅτι οὔτε αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστι τὸ σῶμα, παρεστάκαμεν ἐν τοῖς πρὸς τοὺς φυσικούς (adv. dogm. III 437 — 439). ἐάν τε γὰρ ἀθροισμός τις ᾖ τὸ σῶμα, ὥς φησιν ὁ Ἐπίκουρος (fr. 275 Us.), μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας, ἐάν τε τὸ τἀς τρεῖς ἔχον διαστάσεις μετὰ ἀντιτυπίας, ἐπεὶ πᾶν τὸ κατὰ σύνοδον πλειόνων λαμβανόμενον οὐκ ἔστι τῆς ἀλόγου αἰσθήσεως λαβεῖν, ἀλλὰ λογικῆς τινος δυνάμεως, οὐκ ἔσται τῶν αἰσθητῶν τὸ σῶμα. καὶ εἰ αἰσθητὸν δὲ ὑπάρχοι, πάλιν ἀδίδακτον γενήσεται· τῶν γὰρ αἰσθητῶν οὐδὲν διδάσκεται, οἶον οὐδεὶς λευκὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐχ ὑπό τινος εὐωδιάζεσθαι ψύχεσθαι ἀλεαίνεσθαι, ἀλλ’ ἀδίδακτός ἐστιν ἡ πάντων τούτων ἀντίληψις. οὔτε τοίνυν αἰσθητόν ἐστι τὸ σῶμα, οὔτ’ εἶ αἰσθητὸν ὑπάρχοι, κατὰ τοῦτ᾿ ἔσται διδακτόν. καὶ μὴν οὐδ’ ὧς νοητὸν δύναται διδάσκεσθαι. εἰ γὰρ μήτε τὸ μῆκος κατ’ ἰδίαν ἐστὶ σῶμα μήτε τὸ πλάτος μήτε τὸ βάθος, τὸ δὲ ἐξ ἀπάντων τούτων σύνθετον, δεήσει πάντων ἀσωμάτων ὄντων καὶ τὸ ἐξ αὐτῶν ἄθροισμα νοεῖν ἀσώματον καὶ οὐ σῶμα· διὰ δὲ τοῦτο καὶ ἀδίδακτον εἶναι τὸ σῶμα.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
