# Adversus mathematicos 236

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/236

ἐπεὶ γὰρ ἔχομεν συνημμένον ἐν ᾧ ἡγεῖται συμπεπλεγμένον τὸ πρῶτον καὶ τὸ δεύτερον, λήγει δὲ τὸ τρίτον, ἔχομεν δὲ καὶ τὸ ἀντικείμενον τοῦ λήγοντος τὸ “οὐ τὸ τρίτον”, συναχθήσεται ἡμῖν καὶ τὸ ἀντικείμενον τοῦ ἡγουμένου, τὸ “οὐκ ἄρα τὸ πρῶτον καὶ τὸ δεύτερον”, δευτέρῳ ἀναποδείκτῳ. ἀλλὰ δὴ τοῦτο αὐτὸ κατὰ μὲν τὴν δύναμιν ἔγκειται τῷ λόγῳ, ἐπεὶ ἔχομεν τὰ συνακτικὰ αὐτοῦ λήμματα, κατὰ δὲ τὴν προφορὰν παρεῖται. ἅπερ τάξαντες μετὰ τοῦ λειπομένου λήμματος, τοῦ πρώτου, ἕξομεν συναγόμενον τὸ συμπέρασμα τὸ “οὐκ ἄρα τὸ δεύτερον” τρίτῳ ἀναποδείκτῳ. ὥστε δύο εἶναι ἀναποδείκτους, ἕνα μὲν τοιοῦτον “εἰ τὸ πρῶτον καὶ τὸ δεύτερον, τὸ τρίτον· οὐχὶ δέ γε τὸ τρίτον· οὐκ ἄρα τὸ πρῶτον καὶ τὸ δεύτερον”, ὅς ἐστι δεύτερος ἀναπόδεικτος, ἕτερον δὲ τρίτον τὸν οὕτως ἔχοντα “πὐχὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον” .

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
