# Adversus mathematicos 239-3-243

Sextus Empiricus, Adversus mathematicos, 239 to 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/239-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/239-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:239-3-243

Καὶ μὴν ὧς ταῦτ’ ἐστὶν ἄπορα, οὕτω καὶ ὁ τρόπος τῆς μαθήσεως ἐστιν ἄπορος. ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ οὔτε λόγῳ γίνεται, ὧς παραστήσομεν, ὥστε οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται μάθησις, ἐπείπερ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικτόν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον, ᾗ φαίνεται, κοινῶς πᾶσι ληπτόν ἐστι, τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον. οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ τι διδάκεται. ἢ γὰρ [φύσει] σημαίνει τι ὁ λόγος ἢ οὐδὲ ‘ὲν σημαίνει. ἀλλὰ μηδὲ ‘ὲν σημαίνων οὐδ’ ἔσται τινὸς διδάσκαλος. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων. θέσει δ᾿ εἴπερ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες , καθ᾿ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι, ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλ᾿ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦθ᾿ ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀνανεούμενοι μαθήσεως καὶ ἀγνοοῦντες, καθ᾿ ὧν εἰσι τεταγμέναι αἱ λέξεις, οὐδενὸς ἀντίληψιν ἕξουσιν. διόπερ εἰ μήτε τὸ διδασκόμενον ἔστι πρᾶγμα μήτε ὁ διδάσκων μήτε ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μάθης ἕως, οὐδέν ἐστι μάθησις. Κοινότερον μὲν οὖν οὕτως ἐπιχειρεῖται τοῖς σκεπτικοῖς εἰς τὸ μὴ εἶναι μάθησιν · ἐνέσται δὲ μεταφέρειν τἀς ἀπορίας καὶ ἐπὶ τὴν λεγομένην περὶ τὸν βίον τέχνην.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
