# Adversus mathematicos 255-3-260

Sextus Empiricus, Adversus mathematicos, 255 to 260. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/255-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/255-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:255-3-260

εἰ δὲ ποιεῖ μέν, οὐκ ἀντιπάσχει δέ, ἤτοι κατὰ ψιλὴν ψαῦσιν, τουτέστι τὴν κατ᾿ ἐπιφάνειαν, ποιεῖ, ἢ κατὰ διάδοσιν. καὶ ἔξωθεν μὲν προσπίπτον καὶ κατὰ ψιλὴν τὴν ἐπιφάνειαν παραβαλλόμενον τῇ πασχούσῃ ὕλῃ οὐ δυνήσεταί τι ποιεῖν· ἡ γὰρ ἐπιφάνεια ἀσώματός ἐστιν, τὸ δ᾿ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν πέφυκεν. οὐκ ἄρα κατὰ ψιλὴν παραβαλλόμενον τὴν ἐπιφάνειαν τὸ αἴτιον τῇ ὕλῃ τι ποιεῖν δυνήσεται. καὶ μὴν οὐδὲ κατὰ διάδοσιν οἷόν τέ ἐστιν αὐτὸ δρᾶν. ἤτοι γὰρ διὰ στερεῶν σωμάτων διίξεται ἢ διὰ νοητῶν τινῶν καὶ ἀναισθήτων πόρων. ἀλλὰ διὰ μὲν στερεῶν σωμάτων οὐκ ἂν φέροιτο· σῶμα γὰρ διὰ σώματος οὐ δύναται χωρεῖν. εἰ δὲ διὰ πόδὲ ρων τινῶν, ὀφείλει ταῖς περιγραφούσαις τοὺς πόρους ἐπιφανείαις προσπῖπτον ποιεῖν. ἀλλ’ αἱ γε ἐπιφάνειαί εἰσιν ἀσώματοι, καὶ τὸ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν εὔλογόν ἐστιν. τοίνυν οὐδὲ κατὰ διάδοσιν ποιεῖ τὸ αἴτιον. ᾧ ἕπεται τὸ μηδ’ ὅλως αἴτιον αὐτὸ τυγχάνειν. Ἔνεστι δὲ καὶ ἀπὸ τῆς ἁφῆς κοινότερον τῷ τε ποιοῦντι καὶ τῷ πάσχοντι ἐπαπορεῖν. ἴνα γάρ τι ποιήσῃ ἤ πάθῃ, ὀφείλει θιγεῖν ἤ θιχθῆναι· οὐδὲν δὲ οὔτε θιγεῖν οὔτε θιχθῆναι δύναται, καθὼς παραστήσομεν· οὐκ ἄρα ἔστιν ἢ τὸ ποιοῦν ἢ τὸ πάσχον. εἰ γὰρ ἅπτεταί τί τινος καὶ θιγγάνει, ἤτοι ὅλον ὅλου ἅπτεται ἤ μέρος μέρους ἢ ὅλον μέρους ἢ μέρος ὅλου· οὔτε δὲ μέρος μέρους οὔτε ὅλον ὅλου οὔτε ὅλον μέρους οὔτε ἐναλλὰξ ἅπτεται, καθὼς διδάξομεν· οὐκ ἄρα τί τινος ἅπτεται. καὶ εἰ μηδὲν μηδενὸς ἅπτεται, οὔτε τὸ πάσχον ἔστιν οὔτε τὸ ποιοῦν. ὅλον μὲν οὖν ὅλου οὐχ ἅπτεται κατὰ λόγον· εἰ γὰρ ὅλον ὅλου ἅπτεται, οὐ θίξις ἔσται ἀλλὰ ἕνωσις ἀμφοτέρων, καὶ τὰ δύο σώματα ‘ὲν ἔσται σῶμα, διὰ τὸ καὶ τοῖς κατὰ βάθος ὀφείλειν τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνειν διὰ τὸ καὶ ταῦτα τοῦ ὅλου καθεστάναι μέρη.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
