# Adversus mathematicos 26-2-31

Sextus Empiricus, Adversus mathematicos, 26 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/26-2

Πρός γε μὴν τοῖς εἰρημένοις, καὶ εἰ τέχνη πάντως ἐστὶν ἡ ῥητορική, ἤτοι τῷ ἔχοντι ἢ ταῖς πόλεσιν ἔσται χρειώδης ὡς καὶ αἱ λοιπαὶ τῶν τεχνῶν οὔτε δὲ τῷ ἔχοντι οὔτε ταῖς πόλεσίν ἐστιν ὠφέλιμος, ὡς παραστή- σομεν· οὐκ ἄρα τέχνη καθέστηκεν. καὶ δὴ τῷ μέν ἔχοντι οὐκ ἔστιν ὠφέλιμος, ἐπεὶ πρῶτον μὲν 〈ἐν〉 ἀγοραῖς καὶ γραμματοφυ λακίοις ἀναγκαῖόν ἐστι καλινδεῖσθαι, κἄν τε θέλῃ κἄν τε μὴ θέλῃ, μετὰ μοχθηρῶν καὶ παλιμβόλων καὶ συκοφαντῶν διατρίβειν, εἰς τοὺς αὐτοὺς ἐκείνοις τό- πους κατερχόμενον, εἶτα καὶ τῆς αἰδοῦς ὀλίγην ποιεῖσθαι φειδώ, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δοκῇ τοῖς πανουργο- τέροις, θρασέως δὲ λέγειν καὶ τὴν τόλμμιαν ὥσπερ ὅπλον προβεβλῇσθαι, ἵνα φοβερὸς ᾖ τοῖς ἀντιδίκοις, ἀπατητι- κόν τε καὶ γόητα τυγχάνειν καὶ χειρίστοις ἐντεθραμμένον πράγμασι, μοιχείαις τε καὶ κλοπαῖς καὶ ταῖς πρὸς τοὺς γονεῖς ἀχαριστίαις, εἰς τὸ πραγματικῶς ταῦτα διελέγχειν ὅτε δεῖ, καὶ πάλιν ἐπιθολοῦν, ἔχειν δέ ἐχθροὺς πολλοὺς καὶ μῖσος πρὸς πάντας, τοὺς μὲν ὅτι ἀντηδικήθησαν, τοὺς δὲ εἰδότας ὅτι τοῦ μισθωσαμένου [τί] ἐστί, καὶ ὃ ἄλλους διέθηκε, τοῦτο καὶ αὐτούς ποτε πλείονι λήμματι δελεασθεὶς διαθήσει, | μετὰ τοῦ διὰ παντὸς ἀγωνιᾶν καὶ πειρατοῦ τρόπον ὁτέ μέν φεύγειν ὁτὲ δὲ διώκειν, ὥστε κο- πούμενον νύκτωρ καὶ μεθʼ ἡμέραν ὑπὸ τῶν πράγματα ἐχόντων ὀχλεῖσθαι, μεστὸν δὲ ἔχειν τὸν βίον θρήνων τε καὶ δακρύων. καὶ τινῶν μὲν εἰς δεσμωτήριον τινῶν δὲ ἐπὶ τύμπανον ἀπαγομένων. ὥστε τῷ μὲν ἔχοντι ἐπιβλαβὴς ἡ ῥητορική. Καὶ μὴν οὐδέ ταῖς πόλεσίν ἐστιν ὠφέλιμος· οἱ γὰρ νόμοι πόλεών εἰσι σύνδεσμοι, καὶ ὡς [ψυχὴ ] σῶμ〈α πνεύ- μα 〉τος ἐκφθαρέντος φθείρεται, οὕτω νόμον ἀναιρεθέντων καὶ αἱ πόλεις διόλλυνται. παρὸ καὶ ὁ ἠθολόγος Ὁρφεὺς τὸ ἀναγνκαῖον αὐτῶν ὑποφαίνων φησὶν (fr.292 Κern ) ἦν χρόνος ἡνίκα φῶτες ἀπʼ ἀλλήλων βίον εἶχον σαρκοδακῆ, κρείσσων δὲ τὸν ἥττονα φῶτα δάιζεν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
